Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητὸν τοῦ Ἠσαΐου· Ἐγὼ κύριος ὁ θεὸς ἐποίησα φῶς

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο: Η πνευματική τράπεζα των Γραφών

Εισαγωγή στον λόγο με έμφαση στην πνευματική ωφέλεια της Αγίας Γραφής και την υπεροχή της έναντι των κοσμικών θεαμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

ΕΙΣ ΤΗΝ ΠΡΟΦΗΤΙΚΗΝ ΡΗΣΙΝ Τὴν λέγουσαν· «Ἐγὼ Κύριος ὁ Θεὸς ἐποίησα φῶς καὶ σκότος, ποιῶν εἰρήνην, καὶ κτίζων κακά.» αʹ. Ὀλίγα μὲν τὰ εἰρημένα, γλυκεῖα δὲ τοῦ μέλιτος ἡ πηγὴ, μέλιτος κόρον οὐκ ἔχοντος. Τοῦτο μὲν γὰρ τὸ αἰσθητὸν μέλι ἐν τῇ γλώττῃ καταλύει τὴν ἡδονὴν, καὶ εἰς φθορὰν χωρεῖ· τὸ δὲ τῆς διδασκαλίας μέλι ἐγκεύθεται τῷ συνειδότι, διηνεκῆ τὴν εὐφροσύνην παρασχὸν, καὶ πρὸς ἀφθαρσίαν ἡμᾶς χειραγωγοῦν.

Καὶ τὸ μὲν ἀπὸ βοτανῶν συντίθεται, τὸ δὲ ἀπὸ τῶν θείων Γραφῶν ὑφαίνεται. Τοῦτο σήμερον ὑμᾶς ἐνέπλησεν ὁ καλῶς εἰρηκὼς, καὶ τῆς ὑπακοῆς τὸ βραβεῖον ἥρπασε, καὶ τῆς ἀγάπης τὴν ἰσχὺν ὑπέδειξε καὶ τῆς πίστεως τὴν εὐγένειαν. Φέρε δὴ καὶ ἡμεῖς τὴν εἰωθυῖαν πάλιν ὑμῖν παραθῶμεν τράπεζαν μετὰ πολλῆς τῆς προθυμίας· καὶ γὰρ σφόδρα χαίρομεν, ὅτι ἱπποδρομίας οὔσης λαμπρᾶς, τοσοῦτον ἐνταῦθα πλῆθος ἀφῖκται τῆς ἐκεῖ καταφρονῆσαν διατριβῆς. Διὸ δὴ καὶ αὐτοὶ μετὰ πολλῆς τῆς δαψιλείας τὸν κρατῆρα ἱστῶμεν, κρατῆρα οὐ μέθην ποιοῦντα, ἀλλὰ σωφροσύνην κατασκευάζοντα. Τοιοῦτος γὰρ ὁ τῶν Γραφῶν οἶνος, τοιαῦτα τῆς τραπέζης ταύτης τὰ ὄψα· οὐ πιαίνει σάρκα. Καὶ ταῦτα λέγομεν οὐκ ἀτιμάζοντες τῆς σαρκὸς τὴν φύσιν, ἀλλὰ προτιμῶντες τῆς ψυχῆς τὴν εὐγένειαν· οὐδὲ τὴν χρῆσιν ἐκβάλλοντες, ἀλλὰ τὴν ἀμετρίαν κολάζοντες. Κἂν γὰρ φιλοσοφῶμεν, οὕτω δεῖ φιλοσοφεῖν, ὥστε μὴ διδόναι τοῖς τῶν αἱρετικῶν στόμασι λαβήν. Καὶ γὰρ τὸ σῶμα τοῦτο ἔλαττον μὲν τῆς ψυχῆς, οὐκ ἐναντίον δὲ τῇ ψυχῇ· ἀλλ᾽ ἁπλῆ μὲν αὐτὴ, διακονεῖται δὲ ταῖς ἐπιθυμίαις ταῖς ἐκείνου. Ὁ ἀριστοτέχνης Θεὸς οὐκ ἐκ μιᾶς καὶ δύο καὶ τριῶν οὐσιῶν τόδε τὸ πᾶν συνεστήσατο, ἀλλὰ ποικίλας καὶ διαφόρους φύσεις εἰσήγαγε, τῆς οἰκείας σοφίας τὴν περιουσίαν ἐν τῇ διαφορᾷ τῶν γινομένων ἐπιδεικνύμενος.