βʹ. Πάλιν ἐγὼ τοῦ Σκύθου καὶ τοῦ Θρᾳκὸς διαλεγομένου οὐ δυνήσομαι ἀκούειν, οὐδὲ ἕτερος τῆς ἑτέρου γλώττης· ἐπὶ δὲ τοῦ οὐρανοῦ, καὶ νυκτὸς, καὶ τῆς ἡμέρας οὐκ ἔστι τοῦτο, ἀλλὰ τοιαύτη αὐτῶν ἐστιν ἡ φωνὴ, ὡς πάσῃ γλώττῃ, πάσῃ λαλιᾷ, παντὶ ἔθνει ἀκούεσθαι, καὶ εὔδηλον εἶναι καὶ σαφῆ. Διὰ τοῦτο εἰπὼν, ὅτι Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ, Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, ἐπήγαγεν· Οὐκ εἰσὶ λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· τοιαύτην ἔχουσι λαλιὰν, καὶ τοιαύτην ἔχουσι φωνὴν ἡ ἡμέρα, καὶ ἡ νὺξ, καὶ ὁ οὐρανὸς, καὶ τὰ κτίσματα ἅπαντα, ὡς πάσαις ταῖς λαλιαῖς, τουτέστι, πάσαις ταῖς γλώτταις, πᾶσι τοῖς ἔθνεσιν ἀκούεσθαι αὐτῶν τὴν φωνήν. Οὐ γάρ ἐστι λαλιὰ, φησὶ, τουτέστιν, οὐκ ἔστιν ἔθνος, οὐκ ἔστι φωνὴ, ἔνθα μὴ ἀκούεται ἡ φωνὴ τοῦ οὐρανοῦ· ἀλλὰ καὶ ὁ Σκύθης, καὶ ὁ Θρᾷξ, καὶ ὁ Μαῦρος, καὶ ὁ Ἰνδὸς, καὶ ὁ Σαυρομάτης, καὶ πᾶσα λαλιὰ, καὶ πᾶσα γλῶττα, καὶ πᾶν ἔθνος δυνήσεται ταύτης ὑπακούειν τῆς φωνῆς. Πῶς καὶ τίνι τρόπῳ; Τοῦτο λοιπὸν ἄκουε, ἵνα μάθῃς πῶς σιγῶν ὁ οὐρανὸς φθέγγεται.