Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητὸν τοῦ Παύλου· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν

Ἰωάννης ὁ Χρυσόστομος

Τυπολογική ερμηνεία της Εξόδου: Προτυπώσεις των μυστηρίων της Εκκλησίας

Ανάλυση της σχέσης μεταξύ τύπου και αλήθειας. Γεγονότα της Εξόδου, όπως η διάβαση της Ερυθράς Θάλασσας, η φωτεινή νεφέλη, το μάννα και το ύδωρ εκ της πέτρας, εξηγούνται ως προτυπώσεις του αγίου Βαπτίσματος και της Θείας Ευχαριστίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί. Τοὺς μαθητὰς ἀδελφοὺς ἐκάλεσεν, οὐκ ἀπὸ τοῦ τῆς ἀξίας, ἀλλ᾽ ἀπὸ τοῦ τῆς ἀγάπης αὐτοὺς προσαγορεύων ὀνόματος. ᾜδει γὰρ, ᾔδει σαφῶς, ὅτι ταύτης ἴσον οὐδὲν, καὶ τὸ μέγιστον τῆς ἀξίας εἶδος, τὸ τῆς ἀγάπης εἶδός ἐστι. Τοῦτο δὲ πρῶτον καὶ ἡμεῖς ζηλώσωμεν. Κἂν σφόδρα καταδεέστεροί τινες ἡμῶν ὦσι, τοῖς τῆς θεραπείας αὐτοὺς καλῶμεν ὀνόμασι, μὴ μόνον ἐλευθέρους, ἀλλὰ καὶ δούλους, μὴ μόνον πλουσίους, ἀλλὰ καὶ πένητας, ἐπεὶ καὶ Παῦλος οὐχὶ τοὺς πλουσίους τοὺς παρὰ Κορινθίοις, οὐδὲ τοὺς ἐλευθέρους καὶ περιφανεῖς, οὐδὲ τοὺς ἐπισήμους μόνον, ἀλλὰ καὶ ἰδιώτας, καὶ οἰκέτας, καὶ πάντας ἁπλῶς ταύτῃ τετίμηκε τῇ προσηγορίᾳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐ δοῦλος, οὐκ ἐλεύθερος, οὐ βάρβαρος, οὐ Σκύθης, οὐ σοφὸς, οὐκ ἄσοφος, ἀλλὰ πᾶσα ἀξίας ἀνωμαλία βιωτικῆς ἀνῄρηται. Καὶ τί θαυμαστὸν, εἰ Παῦλος τοὺς ὁμοδούλους οὕτως ἐκάλεσεν, ὅπου γε καὶ ὁ Δεσπότης αὐτοῦ τὴν ἡμετέραν οὕτω ἐκάλεσε φύσιν, οὕτω λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε; Οὐ μόνον δὲ ἐκάλεσεν ἡμᾶς ἀδελφοὺς, ἀλλὰ καὶ γενέσθαι ἀδελφὸς ἡμῶν ἠθέλησε, καὶ ἐγένετο τὴν σάρκα ὑποδὺς τὴν ἡμετέραν, καὶ τῆς φύσεως ἡμῶν κοινωνήσας τῆς αὐτῆς.

Ὅπερ οὖν καὶ αὐτὸ θαυμάζων ὁ Παῦλος ἔλεγεν· Οὐ γὰρ ἀγγέλων ἐπιλαμβάνεται ὁ Θεὸς, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Καὶ πάλιν· Ἐπεὶ οὖν καὶ τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παραπλησίως καὶ αὐτὸς μετέσχε τῶν αὐτῶν.

Πάντα δὲ ταῦτα ἀκούοντες, ἀλαζονείαν, καὶ τῦφον, καὶ ἀπόνοιαν ἅπασαν τῆς ψυχῆς ἐξορίσωμεν τῆς ἡμετέρας, καὶ μετὰ πολλῆς τοῦτο κατορθώσωμεν τῆς σπουδῆς, τὸ θεραπευτικοῖς ὀνόμασι καὶ τιμὴν ἔχουσι τοὺς πλησίον καλεῖν. Εἰ γὰρ καὶ μικρὸν καὶ ψιλὸν εἶναι δοκεῖ τὸ κατόρθωμα, ἀλλ᾽ ὅμως μεγάλων ἀγαθῶν ἐστιν αἴτιον· ὥσπερ οὖν τὸ ἐναντίον πολλὰς πολλάκις ἔχθρας καὶ ἔρεις καὶ φιλονεικίας ἐποίησεν. Οὐ ταύτην δὲ μόνον τὴν ῥῆσιν, ἀλλὰ καὶ τὴν ἑξῆς μετὰ πολλῆς ἐξεταστέον τῆς ἀκριβείας· οὐδὲ γὰρ ταύτην ἁπλῶς τέθεικεν. Εἰπὼν γάρ· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ἐπήγαγεν· Ὅτι οἱ πατέρες ἡμῶν πάντες· οὐκ εἶπεν, Ὅτι οἱ Ἰουδαῖοι, οὐδὲ οἱ ἐξ Αἰγύπτου ἐξελθόντες· ἀλλὰ τί; Οἱ πατέρες ἡμῶν πάντες· ὁμοῦ καὶ τὴν ταπεινοφροσύνην ἐπιδεικνύμενος τὴν ἑαυτοῦ, ὅτι οὐκ ἀπηξίωσε τὴν πρὸς ἐκείνους συγγένειαν, τοσοῦτον αὐτοὺς ἀναβεβηκὼς κατὰ τὸν τῆς ἀρετῆς λόγον, καὶ τῶν τὴν Παλαιὰν διαβαλλόντων ἐπιστομίζων τὴν ἀναίσχυντον γλῶτταν. Οὐ γὰρ ἂν, εἰ πρὸς ἐκείνην ἀπεχθῶς διέκειτο, ἀπὸ τῶν εὐφημοτέρων ὀνομάτων ἂν ἐμνήσθη, τῶν τότε γενομένων ἁπάντων διαβολὴν ἐχόντων. Πάντες. Οὐδὲ τοῦτο ἁπλῶς τέθεικε τὸ, Πάντες, οὐδὲ παρέργως, ἀλλὰ μετὰ πολλῆς τῆς σοφίας. Οὐδὲ γὰρ ἅπαξ εἰπὼν ἐσίγησεν, ἀλλὰ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις, ἵνα μάθῃς, ὅτι οὐ παρέργως αὐτὰ προσέῤῥιψεν.

Εἰπὼν γάρ· Ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, ἐπήγαγε· Καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπινον. Ἤκουσας πῶς πολλάκις τὸ, Πάντες, τέθεικεν;

Οὐκ ἂν δὲ τοῦτο ἐποίησεν, εἰ μὴ μέγα τι καὶ θαυμαστὸν μυστήριον αἰνίξασθαι ἤθελεν. Εἰ γὰρ ἁπλῶς ἐτίθει, ἤρκει ἅπαξ εἰπόντα σιγῆσαι, καὶ εἰπεῖν οὕτως· Ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ διὰ τῆς θαλάσσης διῆλθον, καὶ εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, καὶ τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον.

Νῦν δὲ οὐχ οὕτως εἶπεν, ἀλλὰ καθ᾽ ἕκαστον τῶν γενομένων τὸ, Πάντες, τιθεὶς, θύραν ἡμῖν τῆς ἑαυτοῦ γνώμης παρήνοιξεν οὐ μικρὰν, ὥστε κατιδεῖν αὐτοῦ τὴν σοφίαν. Τίνος οὖν ἕνεκεν συνεχῶς τῆς λέξεως ταύτης μέμνηται; Βούλεται δεῖξαι πολλὴν οὖσαν τῆς Παλαιᾶς πρὸς τὴν Καινὴν τὴν συγγένειαν, καὶ ὅτι ταῦτα τύπος ἐκείνων ἦν, καὶ σκιὰ τῶν μελλόντων.

Καὶ πρῶτον ἀπὸ τούτου τὴν συμφωνίαν δείκνυσι. Βουλόμενος γὰρ δεῖξαι, ὅτι ὥσπερ ἐν τῇ Ἐκκλησίᾳ οὐκ ἔστι δούλου καὶ ἐλευθέρου διάκρισις, οὐδὲ ξένου καὶ πολίτου, οὐδὲ γέροντος καὶ νέου, οὐδὲ σοφοῦ καὶ ἀσόφου, οὐδ᾽ ἰδιώτου καὶ ἄρχοντος, οὐδὲ γυναικὸς καὶ ἀνδρὸς, ἀλλὰ πᾶσα ἡλικία, καὶ πᾶσα ἀξία, καὶ ἑκατέρα ἡ φύσις ὁμοίως εἰς τὴν κολυμβήθραν ἐκείνην ἐμβαίνουσι τῶν ὑδάτων, κἂν βασιλεὺς ᾖ τις, κἂν πτωχὸς, τῶν αὐτῶν ἀπολαύουσι καθαρσίων· καὶ τοῦτό ἐστι μάλιστα τὸ μέγιστον τῆς παρ᾽ ἡμῖν εὐγενείας τεκμήριον, ὅτι ὁμοίως καὶ τὸν προσαίτην, καὶ τὸν τὴν ἁλουργίδα ἔχοντα μυσταγωγοῦμεν, καὶ οὐδὲν πλέον οὗτος ἐκείνου κατὰ τὸν τῶν μυστηρίων ἔχει λόγον· οὕτω καὶ ἐν τῇ Παλαιᾷ συνεχῶς τὸ, Πάντες, τέθεικεν. Οὐδὲ γὰρ ἔχεις εἰπεῖν, ὅτι Μωϋσῆς μὲν διὰ ξηρᾶς, Ἰουδαῖοι δὲ διὰ τῆς θαλάσσης διῆλθον, οὐδ᾽ ὅτι οἱ μὲν εὔποροι δι᾽ ἑτέρας ὁδοῦ, οἱ δὲ πενέστεροι δι᾽ ἑτέρας, οὐδὲ ὅτι αἱ γυναῖκες μὲν ὑπὸ τὸν ἀέρα, ἄνδρες δὲ ὑπὸ τὴν νεφέλην, ἀλλὰ καὶ διὰ τῆς θαλάσσης πάντες, καὶ ὑπὸ τὴν νεφέλην πάντες, καὶ εἰς τὸν Μωϋσῆν πάντες. Ἐπειδὴ γὰρ ἡ διάβασις ἐκείνη τοῦ μέλλοντος βαπτίσματος ἦν τύπος, ἔδει τοῦτο πρῶτον τῶν ὅλων διατυπωθῆναι, τὸ πάντας τῶν αὐτῶν ἀπολαῦσαι, ὥσπερ οὖν καὶ ἐνταῦθα πάντες τῶν αὐτῶν ἐξίσης μετέχουσι. Καὶ πῶς δύναται, φησὶν, ἐκεῖνο τύπος εἶναι τῶν παρόντων;

Ἂν μάθῃς πρότερον, τί μὲν ἔστι τύπος, τί δὲ ἀλήθεια, τότε σοι καὶ τούτου παρέξομαι τὰς εὐθύνας.

δʹ. Τί ποτ᾽ οὖν ἐστι σκιὰ, τί δὲ ἀλήθεια; Φέρε, τὸν λόγον ἐπὶ τὰς εἰκόνας ἀγάγωμεν, ἃς οἱ ζωγράφοι γράφουσι. Εἶδες πολλάκις εἰκόνα βασιλικὴν κυανῷ κατακεχρωσμένην χρώματι, εἶτα τὸν ζωγράφον λευκὰς περιάγοντα γραμμὰς, καὶ ποιοῦντα βασιλέα, καὶ θρόνον βασιλικὸν, καὶ ἵππους παρεστῶτας, καὶ δορυφόρους, καὶ πολεμίους δεδεμένους καὶ ὑποκειμένους.

Ἀλλ᾽ ὅμως ὁρῶν ταῦτα σκιαγραφούμενα, οὔτε οἶδας τὸ πᾶν, οὔτε ἀγνοεῖς τὸ πᾶν, ἀλλ᾽ ὅτι μὲν ἄνθρωπος γράφεται καὶ ἵππος, ἀμυδρῶς ἐπίστασαι· ποῖος δέ ἐστιν ὁ βασιλεὺς, καὶ ποῖος ὁ πολέμιος, οὐ σφόδρα ἀκριβῶς οἶδας, ἕως ἂν ἐλθοῦσα τῶν χρωμάτων ἡ ἀλήθεια τρανώσῃ τὴν ὄψιν καὶ σαφεστέραν ποιήσῃ. Ὥσπερ οὖν ἐπὶ τῆς εἰκόνος ἐκείνης οὐκ ἀπαιτεῖς τὸ πᾶν πρὸ τῆς τῶν χρωμάτων ἀληθείας, ἀλλὰ κἂν ἀμυδράν τινα λάβῃς γνῶσιν τῶν γινομένων, ἱκανῶς τὴν σκιαγραφίαν ἀπηρτίσθαι νομίζεις· οὕτω μοι καὶ ἐπὶ τῆς Παλαιᾶς καὶ ἐπὶ τῆς Καινῆς λογίζου, καὶ μή με πᾶσαν ἀπαιτήσῃς τῆς ἀληθείας τὴν ἀκρίβειαν ἐπὶ τοῦ τύπου· καὶ δυνησόμεθά σε διδάξαι, πῶς εἶχέ τινα συγγένειαν ἡ Παλαιὰ πρὸς τὴν Καινὴν, καὶ ἡ διάβασις ἐκείνη πρὸς τὸ ἡμέτερον βάπτισμα. Κἀκεῖ ὕδωρ, κἀνταῦθα ὕδωρ· κολυμβήθρα ἐνταῦθα, καὶ ἐκεῖ πέλαγος· πάντες ἐνταῦθα εἰς τὰ ὕδατα ἐμβαίνουσι, κἀκεῖ πάντες· κατὰ τοῦτο ἡ συγγένεια. Λοιπὸν βούλει μαθεῖν τῶν χρωμάτων τὴν ἀλήθειαν; Ἐκεῖ μὲν Αἰγύπτου διὰ τῆς θαλάσσης ἀπηλλάττοντο, ἐνταῦθα δὲ εἰδωλολατρείας· κἀκεῖ μὲν ὁ Φαραὼ κατεποντίζετο, ἐνταῦθα δὲ ὁ διάβολος· ἐκεῖ Αἰγύπτιοι ἀπεπνίγοντο, ἐνταῦθα δὲ ὁ παλαιὸς ἄνθρωπος τῶν ἁμαρτημάτων κατορύττεται. Καὶ ἴδε συγγένειαν τύπου πρὸς ἀλήθειαν, καὶ ἀληθείας ὑπεροχὴν πρὸς τύπον.

Οὔτε γὰρ ἀπηλλοτριῶσθαι πάντη χρὴ τὸν τύπον τῆς ἀληθείας, ἐπεὶ οὐκ ἂν εἴη τύπος· οὔτε πάλιν ἐξισάζειν πρὸς τὴν ἀλήθειαν, ἐπεὶ πάλιν καὶ αὐτὸς ἀλήθεια ἔσται· ἀλλὰ δεῖ μένειν ἐπὶ τῆς οἰκείας συμμετρίας, καὶ μήτε τὸ πᾶν ἔχειν τῆς ἀληθείας, μήτε τοῦ παντὸς ἐκπεπτωκέναι. Ἂν μὲν γὰρ τὸ πᾶν ἔχῃ, ἀλήθεια πάλιν ἐστὶ καὶ αὐτός· ἂν δὲ τοῦ παντὸς ἐκπέσῃ, τύπος εἶναι λοιπὸν οὐ δύναται· ἀλλὰ δεῖ τὸ μὲν ἔχειν, τὸ δὲ τῇ ἀληθείᾳ τηρεῖν. Μὴ τοίνυν τὸ πᾶν με ἀπαιτήσῃς ἐπὶ τῆς Παλαιᾶς, ἀλλ᾽ εἰ κἂν μικρά τινα καὶ ἀμυδρὰ λάβῃς αἰνίγματα, ἀγαπητὸν εἶναι νόμιζε τοῦτο. Ποῦ οὖν ἐστιν ἡ συγγένεια τοῦ τύπου πρὸς τὴν ἀλήθειαν; Ὅτι πάντες ἐκεῖ, καὶ ἐνταῦθα πάντες· ὅτι δι᾽ ὕδατος ἐκεῖ, καὶ ἐνταῦθα δι᾽ ὕδατος· ὅτι δουλείας ἀπηλλάγησαν ἐκεῖνοι, καὶ ἡμεῖς δουλείας, ἀλλ᾽ οὐ τῆς αὐτῆς· ἀλλ᾽ οἱ μὲν τῆς Αἰγυπτίων, ἡμεῖς δὲ τῆς τῶν δαιμόνων· ἐκεῖνοι τῆς τῶν βαρβάρων, ἡμεῖς τῆς κατὰ τὴν ἁμαρτίαν. Πρὸς ἐλευθερίαν ἀνήχθησαν ἐκεῖνοι, καὶ ἡμεῖς, ἀλλ᾽ οὐ πρὸς τὴν αὐτὴν, ἀλλὰ πρὸς πολλῷ λαμπροτέραν ἡμεῖς. Εἰ δὲ μείζω τὰ ἡμέτερα καὶ ὑπερέχοντα ἐκείνων, μὴ θορυβοῦ. Τοῦτο γὰρ μάλιστά ἐστιν ἀληθείας, τὸ πολλὴν ἔχειν πρὸς τὸν τύπον τὴν ὑπεροχὴν, οὐκ ἐναντίωσιν, οὐδὲ μάχην. Τί δέ ἐστι, Πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο; Καὶ τάχα ἀσαφὲς τὸ λεγόμενον· οὐκοῦν σαφέστερον αὐτὸ ποιῆσαι πειράσομαι.

Θάλασσα ἦν πρὸ τῶν ὀφθαλμῶν κεχυμένη τῶν ἐκείνων τότε, καὶ ἐκελεύοντο διαβαίνειν ξένην τινὰ καὶ παράδοξον ὁδὸν, ἣν οὐδεὶς οὐδέποτε ἀνθρώπων διέβη. Ὤκνουν καὶ ἀνεδύοντο, καὶ ἐδυσχέραινον.

Διέβη πρῶτος Μωϋσῆς, καὶ πᾶσι μετ᾽ εὐκολίας ἔδωκεν ἀκολουθῆσαι λοιπόν. Τοῦτό ἐστιν· Εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο· ἐκείνῳ πιστεύσαντες, οὕτως ἐθάῤῥησαν ἐπιβῆναι τῶν ὑδάτων, ἡγεμόνα τῆς ὁδοιπορίας λαβόντες. Τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονεν· ἐξαγαγὼν γὰρ ἡμᾶς τῆς πλάνης, καὶ τῆς εἰδωλολατρείας ἀπαλλάξας, καὶ πρὸς τὴν βασιλείαν χειραγωγῶν, αὐτὸς πρῶτος ταύτης ἡμῖν ἦρξε τῆς ὁδοῦ, πρῶτος εἰς τοὺς οὐρανοὺς ἀναβάς. Ὥσπερ οὖν ἐκεῖνοι Μωϋσῇ θαῤῥήσαντες κατετόλμησαν τῆς ὁδοιπορίας, οὕτως ἡμεῖς Χριστῷ θαῤῥήσαντες κατατολμῶμεν τῆς ἀποδημίας ταύτης. Καὶ ὅτι τοῦτό ἐστι τό· Εἰς Μωϋσῆν ἐβαπτίσαντο, δῆλον ἐκ τῆς ἱστορίας.

Οὐ γὰρ εἰς τὸ ὄνομα Μωϋσέως ἐβαπτίσαντο. Εἰ δὲ ἡμεῖς οὐ μόνον ἀρχηγὸν τὸν Ἰησοῦν ἔχομεν, ἀλλὰ καὶ εἰς τὸ ὄνομα αὐτοῦ βαπτιζόμεθα, ἐκείνων μὴ βαπτισθέντων εἰς τὸ ὄνομα Μωϋσέως, μηδὲ ἐνταῦθα ταράττου· εἶπον γὰρ, ὅτι δεῖ τὴν ἀλήθειαν ἔχειν τινὰ ὑπεροχὴν πολλὴν καὶ ἄφατον.

Εἶδες ἐπὶ τοῦ βαπτίσματος τίς μὲν ὁ τύπος, τίς δὲ ἡ ἀλήθεια; Φέρε, σοὶ δείξω καὶ τὴν τράπεζαν καὶ τὴν τῶν μυστηρίων κοινωνίαν ἐκεῖ σκιαγραφουμένην, ἂν μὴ τὸ πᾶν ἀπαιτῇς με πάλιν, ἀλλ᾽ οὕτως ἐξετάσῃς τὰ γενόμενα, ὡς εἰκὸς ἐν σκιαγραφίᾳ καὶ τύποις ἰδεῖν. Ἐπειδὴ γὰρ εἶπε περὶ τῆς θαλάσσης καὶ τῆς νεφέλης καὶ τοῦ Μωϋσέως, ἐπήγαγε πάλιν· Καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον.

Ὥσπερ σὺ, φησὶν, ἀπὸ τῆς κολυμβήθρας τῶν ὑδάτων ἀναβαίνων, ἐπὶ τὴν τράπεζαν τρέχεις, οὕτω κἀκεῖνοι ἀπὸ τῆς θαλάττης ἀναβάντες, ἐπὶ τράπεζαν ἦλθον καινὴν καὶ παράδοξον, τὸ μάννα λέγω. Καὶ πάλιν ὥσπερ σὺ παράδοξον ἔχεις πότον, τὸ αἷμα τὸ σωτήριον, οὕτω κἀκεῖνοι παράδοξον ἔσχον τοῦ πόματος τὴν φύσιν, οὐ πηγὰς εὑρόντες, οὐδὲ ποταμοὺς ῥέοντας, ἀλλ᾽ ἀπὸ πέτρας σκληρᾶς καὶ ἀνύδρου πολλὴν δεξάμενοι ναμάτων δαψίλειαν. Διὰ τοῦτο αὐτὸ καὶ πνευματικὸν ἐκάλεσεν, οὐκ ἐπειδὴ τῇ φύσει τοιοῦτον ἦν, ἀλλὰ ἐπειδὴ τῷ τρόπῳ τῆς χορηγίας τοιοῦτον ἐγένετο. Οὐ γὰρ κατὰ φύσεως ἀκολουθίαν αὐτοῖς ἐδίδοτο, ἀλλὰ κατὰ τὴν ἐνέργειαν τοῦ στρατηγοῦντος αὐτῶν Θεοῦ. Ὅπερ οὖν καὶ αὐτὸ διορθούμενος ἔλεγεν.

Ἐπειδὴ γὰρ εἶπε· Καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον, ὕδωρ δὲ ἦν τὸ πινόμενον, βουλόμενος δεῖξαι, ὅτι διὰ τοῦτο Πνευματικὸν εἶπεν, οὐ διὰ τὴν φύσιν τοῦ ὕδατος, ἀλλὰ διὰ τὸν τῆς χορηγίας τρόπον, ἐπήγαγεν· Ἔπινον γὰρ ἐκ τῆς πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Οὐχὶ ἡ φύσις τοῦ λίθου, φησὶν, ἀλλ᾽ ἡ δύναμις τοῦ ἐνεργοῦντος Θεοῦ τὰς πηγὰς ἐκείνας ἠφίει.