Τοῖς φιλοπόνοις διδοὺς ἐπὶ τὴν ἱστορίαν ἐλθεῖν, καὶ μαθεῖν τοῦ κακοῦ τὴν ῥίζαν. Οὗτος γὰρ ἰατρείας τρόπος, τὸ λέγειν ἐξ ὧν τίκτεται τὰ νοσήματα, καὶ φάρμακα ἐπιτιθέναι τοῖς τραύμασι. Διὰ τοῦτό φησι· Ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν. Ὥστε ὁ ποιήσας ἐκεῖνα, καὶ κολάσας τοὺς ἀγνωμονήσαντας, οὗτος ἡμᾶς νουθετεῖ νῦν, οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ δι᾽ αὐτῶν τῶν πραγμάτων, ὅπερ μέγιστός ἐστι νουθεσίας τρόπος. Εἶδες πῶς τοῖς ἐν τῇ χάριτι τὸν ἐν τῇ Παλαιᾷ ταῦτα ποιήσαντα διδάσκαλον ἐπέστησε, δεικνὺς ὅτι εἷς ἐστι καὶ ὁ αὐτὸς, ὁ καὶ ἐκεῖνα ποιήσας, καὶ ταῦτα δι᾽ αὐτοῦ φθεγγόμενος; Εἰ γὰρ ἀλλότριος ἦν, οὐκ ἐκεῖνα τούτων τύπους ἐκάλεσεν, οὐκ ἂν εἰς νουθεσίαν ἡμῶν αὐτὰ γεγράφθαι εἶπεν, οὐκ ἂν διδάσκαλον ἡμῖν ἐπέστησεν, ὃν οὐκ ἐνόμιζεν εἶναι Θεὸν, οὐκ ἂν ἀπὸ τῶν ὑπ᾽ ἐκείνου γενομένων τότε ἡμᾶς ἐφόβησεν, ὡς εἰς τὰς ἐκείνου πάλιν μέλλοντας ἐμπίπτειν χεῖρας. Νῦν δὲ δεικνὺς, ὅτι εἰς τὰς ἐκείνου μέλλομεν ἐμπίπτειν πάλιν χεῖρας, καὶ ἑκάτερος ὁ λαὸς, κἀκεῖνος καὶ οὗτος, τοῖς ἐκείνου διοικοῦνται νόμοις, ἀνέμνησε πάντων ἐκείνων, καὶ εἶπεν, ὅτι Πρὸς νουθεσίαν ἡμῶν ἐγράφη. Ταῦτα οὖν εἰδότες, τοῖς τε παρελθοῦσι, τοῖς τε μέλλουσι πιστεύωμεν.