Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητὸν τοῦ Παύλου· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν

Ἰωάννης ὁ Χρυσόστομος

Θεολογικές αναιρέσεις και οι ηθικές συνέπειες της πτώσης των Ισραηλιτών

Αναίρεση των αιρέσεων του Παύλου του Σαμοσατέως μέσω της ανάδειξης της άσαρκης παρουσίας του Χριστού στην Παλαιά Διαθήκη. Παράλληλα, τονίζεται ο παιδαγωγικός χαρακτήρας της θείας πρόνοιας και προβάλλεται η πτώση των Ισραηλιτών ως ισχυρή προειδοποίηση για την αναγκαιότητα του ενάρετου βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

εʹ. Ἐνταῦθα καὶ τὴν Παύλου τοῦ Σαμοσατέως αἵρεσιν ἀνέσπασε πρόῤῥιζον. Εἰ γὰρ ὁ Χριστὸς ἦν ὁ πάντα ἐνεργῶν ἐκεῖνα, πῶς αὐτὸν ἐκ τότε εἶναι λέγουσιν, ἐξ οὗ Μαρία αὐτὸν ἔτεκεν; Ὅταν γὰρ πρὸ μὲν τῆς Μαρίας τὰ κατὰ τὴν ἔρημον φαίνεται συμβάντα, ἐκεῖνα δὲ πάντα ὁ Χριστὸς ἦν πεποιηκὼς κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἀνάγκη καὶ πρὸ τοῦ τόκου τούτου, καὶ πρὸ τῶν ὠδίνων αὐτὸν εἶναι τούτων· οὐ γὰρ δήπου ὁ μὴ ὢν ἐνεργεῖν ἔμελλεν οὕτω θαυμαστὰ καὶ παράδοξα πράγματα. Ὥσπερ δὲ εἰπὼν, ὅτι πάντες διὰ τῆς θαλάσσης διῆλθον, τὴν εὐγένειαν τῆς Ἐκκλησίας ἐδήλωσεν ἄνωθεν προδιατυπουμένην· οὕτως εἰπὼν, Τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, τὸ αὐτὸ τοῦτο πάλιν ᾐνίξατο. Καθάπερ γὰρ ἐν τῇ Ἐκκλησίᾳ οὐχ ἑτέρου μὲν σώματος ὁ πλούσιος, ἑτέρου δὲ ὁ πένης, οὐδὲ ἑτέρου μὲν οὗτος αἵματος, ἑτέρου δὲ ἐκεῖνος· οὕτω καὶ τότε, οὐχ ἕτερον μὲν ὁ πλούσιος ἐλάμβανε μάννα, ἕτερον δὲ ὁ πένης· οὐδὲ ἑτέρας μὲν ἐκεῖνος μετέσχε πηγῆς, ἑτέρας δὲ οὗτος καταδεεστέρας· ἀλλὰ ὥσπερ νῦν ἡ αὐτὴ τράπεζα, τὸ αὐτὸ ποτήριον, ἡ αὐτὴ τροφὴ ἅπασι πρόκειται τοῖς ἐνταῦθα εἰσιοῦσιν· οὕτω καὶ τότε τὸ αὐτὸ μάννα, ἡ αὐτὴ πηγὴ ἅπασι προὔκειτο. Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ἐπεχείρησάν ποτέ τινες κατὰ τὸν καιρὸν ἐκεῖνον πλέον συλλέξαι τοῦ δέοντος, καὶ οὐδὲν ἀπώναντο τῆς πλεονεξίας.

Ἀλλ᾽ ἕως μὲν τὴν ἰσότητα ἐτίμων, ἔμενε τὸ μάννα μάννα ὄν· ἐπειδὴ δὲ πλεονεκτεῖν ἐπεθύμησαν, ἡ πλεονεξία τὸ μάννα σκώληκα ἐποίησε· καίτοι γε οὐ μετὰ τῆς τῶν ἄλλων ζημίας τοῦτο ἐποίουν· οὐ γὰρ δὴ ἐκ τῆς τοῦ πλησίον ἁρπάζοντες τροφῆς, οὕτως αὐτοὶ πλέον συνέλεγον, ἀλλ᾽ ὅμως ἐπειδὴ τοῦ πλείονος ἐπεθύμησαν, κατεγνώσθησαν. Εἰ γὰρ καὶ μηδὲν τὸν πλησίον ἠδίκουν, ἀλλ᾽ ἑαυτοὺς τὰ μέγιστα κατέβλαπτον, πρὸς πλεονεξίαν τῷ τρόπῳ τῆς συλλογῆς ταύτης συνεθιζόμενοι. Ὥστε ὁμοῦ τὸ αὐτὸ καὶ τροφὴ ἦν καὶ θεογνωσίας διδασκαλία· ὁμοῦ καὶ τὰ σώματα ἔτρεφε, καὶ τὴν ψυχὴν ἐπαίδευεν· οὐκ ἔτρεφε δὲ μόνον, ἀλλὰ καὶ πόνων ἀπήλλαττεν. Οὐ γὰρ ἔδει ζεῦξαι βοῦς, οὔτε ἄροτρον ἑλκύσαι, οὐδὲ ἀνατεμεῖν αὔλακας, οὐδὲ ἐνιαυτὸν ἀναμεῖναι, ἀλλ᾽ ἐσχεδιασμένην εἶχον τὴν τράπεζαν, πρόσφατον καὶ νεαρὰν καὶ ἐφήμερον· καὶ τὸ εὐαγγελικὸν ἐκεῖνο παράγγελμα διὰ τῶν ἔργων αὐτοὺς ἐπαίδευε, τὸ μὴ μεριμνᾷν εἰς τὴν αὔριον· οὐδὲ γὰρ ὄφελος ἀπὸ τῆς μερίμνης ταύτης ἐγένετο.

Εἰ γάρ τις πλέον συνέλεξε, διεφθείρετο καὶ ἀπώλλυτο, καὶ πλεονεξίας ἔλεγχος τὸ γινόμενον μόνον ἦν. Εἶτα ἵνα μὴ κατὰ φύσεως ἀκολουθίαν εἶναι νομίζωσιν ἐκεῖνοι τὸν ὄμβρον, ἐν ἡμέρᾳ σαββάτου οὐδὲν τοιοῦτον ἐγίνετο, τοῦ Θεοῦ ταῦτα ἀμφότερα αὐτοὺς διδάσκοντος, ὅτι ἐν ταῖς προτέραις ἡμέραις αὐτὸς ἐνήργει τὸν θαυμαστὸν τοῦτον καὶ παράδοξον ὑετὸν, καὶ ὅτι κατὰ τὴν ἡμέραν ἐκείνην διὰ τοῦτο ἐπεῖχεν, ἵνα καὶ ἄκοντες παιδεύωνται τοῦ σαββάτου τὴν ἡμέραν ἀργεῖν.

Οὐκ ἐπὶ τῆς τροφῆς δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἐνδυμάτων, καὶ ἐπὶ τῶν ὑποδημάτων, καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων, δι᾽ αὐτῶν τῶν ἔργων ἦν ἰδεῖν τὰ τῶν ἀποστόλων παραγγέλματα ἐκτελούμενα. Οὐδὲ γὰρ οἰκίαν εἶχον, οὐ τράπεζαν, οὐ κλίνην, οὐχ ἱμάτιον δεύτερον, οὐχ ὑποδήματα, τοῦ Θεοῦ οὕτως οἰκονομήσαντος.

Ὅρα πόση τῆς Παλαιᾶς πρὸς τὴν Καινὴν συγγένεια. Ὥσπερ γὰρ τοὺς ἀποστόλους ἐσχημάτιζεν ὁ Χριστὸς ὕστερον τῶν ἀναγκαίων ἕνεκεν, οὕτω πως κἀκείνοις ὁ τῆς πολιτείας ἐῤῥυθμίζετο τρόπος, καὶ ἡ κτίσις ἅπασα πρὸς τὴν ὑπηρεσίαν ἐκείνων παρεσκευάζετο.

Καὶ τίνος ἕνεκεν ταῦτα ἐγένετο, φησί; Ἔμελλεν αὐτοὺς εἰς ἕνα συγκλείειν τῆς οἰκουμένης τόπον, καὶ κελεύειν ἐκεῖ διηνεκῶς αὐτὸν θεραπεύειν, καὶ μήτε ναὸν, μήτε βωμὸν ἀλλαχοῦ που τῆς οἰκουμένης ἱδρῦσθαι, ἀλλὰ καὶ ἀναθήματα καὶ θυσίας ἐκεῖ φέρειν, καὶ ἑορτὰς ἐπιτελεῖν, καὶ τὸν νόμον ἀναγινώσκειν, καὶ πάντα τὰ ἄλλα τὰ τῆς ἁγιαστίας ἐκπληροῦν ἐκείνης. Ἵν᾽ οὖν μὴ τῷ διωρισμένῳ τῆς θεραπείας τρόπῳ καὶ τὴν πρόνοιαν αὐτοῦ συγκεκλεῖσθαι ἐκεῖ νομίζωσι, καὶ μερικὸν αὐτὸν εἶναι Θεὸν, προλαβὼν τὴν αὐτοῦ δύναμιν ἐπὶ τῆς ἀλλοτρίας ἐπέδειξεν, ἐπὶ τῆς Αἰγύπτου, ἐπὶ τῆς ἐρήμου, ἔνθα οὐδεὶς ἦν ὁ θεραπεύων, ἔνθα οὐδεὶς ἦν ὁ προσκυνῶν· καὶ πρὸς τὰ ἐναντία ἡ κτίσις ὑπηρετεῖτο, δι᾽ ὧν ἐποίει, τὴν ἐξ ἀρχῆς αὐτοῦ δημιουργίαν καὶ τοὺς ἀγνωμονοῦντας αὐτῷ λογίζεσθαι πείθουσα. Καὶ γὰρ ἡ θάλασσα τοὺς μὲν ἀπέπνιγε, τοὺς δὲ διέσωζε· καὶ ὁ ἀὴρ νῦν μὲν κατέφερε χάλαζαν, καὶ τοὺς βαρβάρους ἀπώλλυ, νῦν δὲ κατέφερε μάννα, καὶ τοὺς Ἰουδαίους διέτρεφε. Πάλιν ἡ γῆ νῦν μὲν σκνῖπας ἐπὶ κολάσει τῶν πολεμίων, νῦν δὲ ὀρτυγομήτραν ἐπὶ σωτηρίᾳ τῶν οἰκείων ἐξέφερε. Κἀκείνοις μὲν ἐν ἡμέρᾳ σκότος, τούτοις δὲ ἐν νυκτὶ φῶς ἐγίνετο.

Καὶ Αἰγύπτιοι μὲν τὸν Νεῖλον ἔχοντες παραῤῥέοντα, δίψει καὶ αὐχμῷ διεφθείροντο· οὗτοι δὲ ἐν ἐρήμῳ ξηρᾷ καὶ αὐχμώδει στρατοπεδεύοντες, πολλῆς ἀπέλαυον ὑδάτων δαψιλείας· καὶ τοὺς μὲν βάτραχοι κατηγωνίζοντο, τούτους δὲ οὐδὲ οἱ γίγαντες ἐκεῖ χειρώσασθαι ἴσχυον.

ϛʹ. Ἀλλὰ τίνος ἕνεκεν τούτων ὑμᾶς ἀνέμνησεν ὁ μακάριος Παῦλος; Διὰ τὴν αἰτίαν, ἣν ἐξ ἀρχῆς εἶπον ὑμῖν, ἵνα μάθῃς ὅτι οὔτε βάπτισμα, οὔτε ἁμαρτημάτων ἄφεσις, οὐ γνῶσις, οὐ μυστηρίων κοινωνία, οὐ τράπεζα ἱερὰ, οὐχ ἡ ἀπόλαυσις τοῦ σώματος, οὐχ ἡ κοινωνία τοῦ αἵματος, οὐκ ἄλλο τούτων οὐδὲν ἡμᾶς ὠφελῆσαι δυνήσεται, ἐὰν μὴ βίον ὀρθὸν, καὶ θαυμαστὸν, καὶ πάσης ἁμαρτίας ἀπηλλαγμένον ἔχωμεν.

Ὅτι γὰρ διὰ τοῦτο τούτων ἀνέμνησε, καταλέξας τὸν τύπον τοῦ βαπτίσματος, τὸν διὰ τῆς θαλάσσης καὶ τῆς νεφέλης, τὸν τύπον τῶν μυστηρίων, τὸν διὰ τοῦ μάννα καὶ τῆς πέτρας προδιέγραψεν ἐν τῇ Παλαιᾷ, καὶ εἰπὼν, ὅτι Πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον, ἐπήγαγε λέγων· Ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός. Μετὰ τοσαῦτα καὶ τηλικαῦτα θαύματα, φησὶν, οὐκ ἠγάπησεν αὐτοὺς ὁ Θεός. Ἀλλὰ τί; Κατεστρώθησαν ἐν τῇ ἐρήμῳ. Τίνος οὖν ἕνεκα ταῦτα λέγεις ἡμῖν, ὦ Παῦλε; Ταῦτα δὲ τύπος ἡμῖν ἐγενήθησαν εἰς τὸ μὴ γενέσθαι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν, μηδὲ εἰδωλολάτρας γίνεσθαι, καθώς τινες αὐτῶν, ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Ὅρα τοῦ Παύλου τὴν σύνεσιν. Εἶπε τὴν ἁμαρτίαν, εἶπε τὴν αἰτίαν τῆς ἁμαρτίας, εἶπε τὴν κόλασιν τὴν ἐπὶ τῇ ἁμαρτίᾳ, διὰ πάντων ἡμᾶς παιδεύων φεύγειν τὴν ἐκείνων μίμησιν.

Αἰτία τῆς ἁμαρτίας ἡ ἀδηφαγία· Ἐκάθισε γὰρ ὁ λαὸς φαγεῖν καὶ πιεῖν. Ἡ ἁμαρτία, αὐτὸ τὸ παίζειν. Εἶτα ἡ τιμωρία, ὅτι Κατεστρώθησαν ἐν τῇ ἐρήμῳ. Πάλιν, Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν. Ἐνταῦθα τὴν αἰτίαν τῆς πορνείας οὐκ ἔθηκεν, ἀλλὰ τὴν τιμωρίαν. Ποίαν δὲ ταύτην; Ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες. Τίνος δὲ ἕνεκα τὴν πρόφασιν οὐκ εἶπεν, ἀφ᾽ ἧς ἡ πορνεία γέγονε;

Τοῖς φιλοπόνοις διδοὺς ἐπὶ τὴν ἱστορίαν ἐλθεῖν, καὶ μαθεῖν τοῦ κακοῦ τὴν ῥίζαν. Οὗτος γὰρ ἰατρείας τρόπος, τὸ λέγειν ἐξ ὧν τίκτεται τὰ νοσήματα, καὶ φάρμακα ἐπιτιθέναι τοῖς τραύμασι. Διὰ τοῦτό φησι· Ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν. Ὥστε ὁ ποιήσας ἐκεῖνα, καὶ κολάσας τοὺς ἀγνωμονήσαντας, οὗτος ἡμᾶς νουθετεῖ νῦν, οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ δι᾽ αὐτῶν τῶν πραγμάτων, ὅπερ μέγιστός ἐστι νουθεσίας τρόπος. Εἶδες πῶς τοῖς ἐν τῇ χάριτι τὸν ἐν τῇ Παλαιᾷ ταῦτα ποιήσαντα διδάσκαλον ἐπέστησε, δεικνὺς ὅτι εἷς ἐστι καὶ ὁ αὐτὸς, ὁ καὶ ἐκεῖνα ποιήσας, καὶ ταῦτα δι᾽ αὐτοῦ φθεγγόμενος; Εἰ γὰρ ἀλλότριος ἦν, οὐκ ἐκεῖνα τούτων τύπους ἐκάλεσεν, οὐκ ἂν εἰς νουθεσίαν ἡμῶν αὐτὰ γεγράφθαι εἶπεν, οὐκ ἂν διδάσκαλον ἡμῖν ἐπέστησεν, ὃν οὐκ ἐνόμιζεν εἶναι Θεὸν, οὐκ ἂν ἀπὸ τῶν ὑπ᾽ ἐκείνου γενομένων τότε ἡμᾶς ἐφόβησεν, ὡς εἰς τὰς ἐκείνου πάλιν μέλλοντας ἐμπίπτειν χεῖρας. Νῦν δὲ δεικνὺς, ὅτι εἰς τὰς ἐκείνου μέλλομεν ἐμπίπτειν πάλιν χεῖρας, καὶ ἑκάτερος ὁ λαὸς, κἀκεῖνος καὶ οὗτος, τοῖς ἐκείνου διοικοῦνται νόμοις, ἀνέμνησε πάντων ἐκείνων, καὶ εἶπεν, ὅτι Πρὸς νουθεσίαν ἡμῶν ἐγράφη. Ταῦτα οὖν εἰδότες, τοῖς τε παρελθοῦσι, τοῖς τε μέλλουσι πιστεύωμεν.

Ἂν δέ τινες ὦσιν οἱ τοῖς μέλλουσιν οὐ πιστεύοντες, ἀπὸ τῶν παρελθόντων αὐτοὺς ἐνάγωμεν εἰς τὴν τῆς ἀρετῆς ἐπιμέλειαν τὰ κατὰ τοὺς Σοδομίτας διηγούμενοι, τὰ κατὰ τὸν κατακλυσμὸν λέγοντες, τὰ κατὰ τὴν Αἴγυπτον ἀναμιμνήσκοντες, ἵνα ταῖς ἑτέρων σωφρονισθέντες κολάσεσι, καὶ βίον ἄριστον ἐπιδειξάμενοι, καὶ τὸν περὶ τῆς γεέννης καὶ τῆς ἀναστάσεως δέξωνται λόγον. Ἐπεὶ καὶ νῦν ὅσοι τῇ κρίσει διαπιστοῦσιν, οὐδαμόθεν ἑτέρωθεν, ἀλλ᾽ ἀπὸ βίου διεφθαρμένου καὶ πονηροῦ συνειδότος τοῦτο πάσχουσιν.