Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Συνήγαγον οἱ Ἰουδαῖοι»

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στη Μεγάλη Δευτέρα και στο ευαγγελικό ανάγνωσμα

Προοίμιο της ομιλίας με αναφορά στο νόημα της Αγίας και Μεγάλης Δευτέρας, τον μητρικό ρόλο της Εκκλησίας και την εισαγωγή στο θέμα της σύγκλησης του συνεδρίου των Ιουδαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Εἰς τὸ, Συνήγαγον οἱ Ἰουδαῖοι συνέδριον, καὶ ἔλεγον· «Τί ποιήσωμεν;» Τῇ ἁγίᾳ καὶ μεγάλῃ βʹ. Ἐοίκασιν οἱ τῆς Ἐκκλησίας φίλτατοι παῖδες νηπίοις θηλάζουσι, τοῖς τοῦ γάλακτος τροφὴν καθ᾽ ἑκάστην ἡμέραν ἐκ τῆς μητρικῆς θηλῆς ὑφέλκουσι, καὶ καθ᾽ ἑκάστην ζητοῦσιν. Ἐοίκαμεν καὶ ἡμεῖς μητρὶ πενιχρᾷ ὑπὸ ἀσιτίας συσταλθείσῃ τὰς τοῦ γάλακτος πηγάς. Καὶ ὥσπερ, ὁπόταν τις ἴδῃ μητέρα φιλότεκνον ἄφορον γάλακτος, καὶ ὑπὸ ἰδίου τέκνου κατακλαυθμυριζομένην, καὶ προστιθεῖσαν τὴν θηλὴν, οὐχ ἵνα θρέψῃ τὸ παιδίον, ἀλλ᾽ ἵνα τοῦ κλαυθμυρισμοῦ καταπαύσῃ· οὕτω καὶ ἡμᾶς δεῖ σκοπεῖν τε πάσχοντας τὰ αὐτὰ, καὶ ποιοῦντας τὰ ὅμοια. Καὶ γὰρ ἡμεῖς ὁρῶντες τὸ νέον τοῦτο σύστημα τῶν τῆς Ἐκκλησίας παίδων περιεστώτων κυκλόθεν, καὶ ἀπεκδεχομένων τὸ λογικὸν γάλα τοῦ λόγου, τὴν θηλὴν τῆς διανοίας ἡμῶν χαλῶμεν· οὐχ ἵνα θρέψωμεν αὐτούς (ἄπειροι γὰρ καὶ πένητες τῷ λόγῳ τυγχάνομεν), ἀλλ᾽ ἵνα τὸν πόθον καὶ τὸν καύσωνα παύσωμεν. Ἀλλὰ δεῦτε, ἀγαπητοὶ, ἐπὶ τὸν τοῦ ἡλίου κήρυκα καταδράμωμεν, ἵνα ἴδωμεν τὴν κατὰ τοῦ Κυρίου παρὰ τῶν Ἰουδαίων πραττομένην ἐπίβουλον ἐνέδραν. Συνήγαγον γὰρ, φησὶν, οἱ Ἰουδαῖοι συνέδριον, καὶ ἔλεγον· Τί ποιήσωμεν;