Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Συνήγαγον οἱ Ἰουδαῖοι»

Ἰωάννης ὁ Χρυσόστομος

Ο καταστροφικός σκοπός του συνεδρίου και η τύφλωση των Ιουδαίων

Ανάλυση των προθέσεων του ιουδαϊκού συνεδρίου. Στηλιτεύεται η παραφροσύνη των Ιουδαίων, οι οποίοι αποφάσισαν τον θάνατο του Χριστού αντί να οδηγηθούν σε μετάνοια ενώπιον των θείων σημείων και των θαυμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Ταῦτα δὲ ἡμῖν ὁ εὐαγγελιστὴς Ἰωάννης ἀρτίως ἐφθέγγετο. Εἰ γὰρ καὶ τῷ στόματι ἡμῖν νῦν οὐ διαλέγεται, ἀλλ᾽ οὖν γε τῷ πνεύματι ταῖς τῶν ἑστώτων ἀκοαῖς ἐβόα. Συνήγαγον γὰρ, φησὶ, τὸ συνέδριον, καὶ ἔλεγον· Τί ποιήσωμεν; Καλὸν τὸ, Συνήγαγον· ἀλλὰ κακὸν τὸ, Συνέδριον· οὐ πρὸς ἀγάπην, ἀλλὰ πρὸς μάχην· οὐ πρὸς εἰρήνην καλοῦντες, ἀλλὰ πρὸς πόλεμον παροξύναντες.

Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα Θεὸν δοξάσωσιν, ἀλλ᾽ ἵνα Χριστὸν ἀτιμάσωσι. Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα πίστιν οἰκοδομήσωσιν, ἀλλ᾽ ἵνα τὸν ἀκρογωνιαῖον λίθον ἀποῤῥίψωσι. Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα τὰ πεπλανημένα πρόβατα μανδρεύσωσιν, ἀλλ᾽ ἵνα τὸν ποιμένα φονεύσαντες, τὸ ποίμνιον διαλύσωσι.

Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα τὸν χιονόφεγγον μαργαρίτην πίστει ὑποδέξωνται, ἀλλ᾽ ἵνα τὸν φεγγίτην λίθον, ὡς ἐνόμιζον, τῇ ἀπιστίᾳ σκοτίσωσι. Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα τὸν ἐν τῷ ἀγρῷ κεκρυμμένον θησαυρὸν εὐγνωμόνως ὑποδέξωνται, ἀλλ᾽ ἵνα τὸν ναὸν τοῦ Θεοῦ ἀγνωμόνως διαλύσωσι. Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα τῆς ἀμπέλου τοὺς μελισταγεῖς βότρυας τρυγήσωσιν, ἀλλ᾽ ἵνα τὴν ἀληθινὴν ἄμπελον ἐπὶ τὸ δένδρον τοῦ σταυροῦ ἐφαπλώσαντες, ἑαυτοὺς ἀναδενδράδας ἀπωλείας ποιήσωσιν, ἡμᾶς δὲ ἀναδενδράδας σωτηρίας ποιήσωσιν.

Ὢ συνέδριον ὑπὸ διαβόλου κατὰ Χριστοῦ συνηγμένον· ὢ βουλευτήριον κακίας μεμεστωμένον· ὢ συνέδριον, μᾶλλον λύκων αἱμοβόρων, ἢ ἀνθρώπων θεοφόρων. Τί δὲ λέγω, λύκων ἀνημέρων; Ἀλλὰ γὰρ καὶ λεόντων ἀνημέρων χείρους. Οἱ γὰρ λέοντες ἐπὶ τοῦ Δανιὴλ μηδὲν θεωρήσαντες σημεῖον, ἀλλὰ τὸν ἄνδρα σκοπήσαντες, καὶ τὴν εὐλάβειαν τιμήσαντες, τὰ ἀτίθασσα αὐτῶν στόματα ἐχαλίνωσαν. Ἰουδαῖοι δὲ τοιούτων καὶ τοσούτων σημείων θεαταὶ γενόμενοι, μειζόνως ἐκ τοῦ φθόνου πρὸς τὸν φόνον ὡπλίζοντο, καὶ ἔλεγον· Τί ποιήσωμεν; Ὢ κακίας ἔρευνα ἐπιμελής· ὢ στεναγμὸς καὶ θρῆνος ὑπὸ φθόνου γενόμενος· ὢ ὀδυρμὸς καὶ κοπετὸς ἐπὶ κακοῖς γενόμενος. Οὔτε ἡ Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς οὕτως ἀνεστέναξε. Τί ποιήσωμεν; Ἀνθ᾽ ὧν ἔδει χαίρειν τοὺς τάλανας, ἀνθ᾽ ὧν ἔδει εὐφροσύνης ἡμέραν πάνδημον ἐπιτελεῖν, ὅτι νεκροὶ ἀνεβίωσαν, ὅτι ζωὴ πεφανέρωται, ὅτι θάνατος λέλυται, ὅτι ὁ διάβολος κατῃσχύνθη, ὅτι δαιμόνων στῖφος κατήργηται, ὅτι ἡ ἀνθρωπότης ἠλευθέρωται, ὅτι νεκρῶν ἀνάστασις πᾶσι κεκήρυκται· νῦν δὲ ἐπὶ τοιούτοις ἀγαθοῖς οὐ χαίρουσιν, ἀλλὰ θρηνοῦσι, καὶ τὸν τοσούτων ἀγαθῶν αἴτιον ἀναλίσκειν βουλεύονται. Καὶ τί λέγουσι; Τί ποιήσωμεν;

Οὐδὲν ἕτερον ἦν εἰπεῖν, ἢ ὅτι μετανοήσαντες ἐπιστρέψωμεν, καὶ αὐτῷ προσπεσόντες πιστεύσωμεν. Τί γὰρ ἄλλο μετανοοῦντες εἶχον λέγειν, ἢ τοῦτο; Τί ποιήσωμεν, ὅτι τὴν ἐντολὴν τοῦ Θεοῦ παρέβημεν, ὅτι τὸν νόμον τὸν δοθέντα ἡμῖν οὐκ ἐφυλάξαμεν, τὸν λέγοντα ἡμῖν, ὅτι Προφήτην ἡμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν ἐντελεῖται ὑμῖν. Νῦν δὲ οὐ πρὸς μετάνοιαν λέγουσι, Τί ποιήσωμεν; ἀλλὰ, Τί ποιήσωμεν; πῶς ἀποκτείνωμεν τὸν δίκαιον; Ὡς ὁ Ἰσραὴλ φρενολυπεῖται.

Οὐδὲ τοῦτο οὐκ ἤκουσας, ὅτι Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς; Οὐκ ἤρκεσέ σοι τὰ ἀρχαῖα τῶν προφητῶν αἵματα; Καὶ γὰρ μέχρι τοῦ νῦν κράζουσι πρὸς τὸν Θεὸν, τὴν παρ᾽ αὐτοῦ ἐκδίκησιν ἐκδεχόμενα. Ἀλλ᾽ ἀκμὴν ἐκείνοις τοῖς αἵμασι προστιθεὶς, ἀθῷον καὶ δίκαιον αἷμα κατακρίνεις, καὶ λέγεις, Τί ποιήσωμεν;

Ὢ γνώμης ἀγνώμονος, καὶ βουλῆς ἀβουλίας μεμεστωμένης. Ὁ τετραήμερος αὐτῶν ἀνεβίωσε· τὰ δεσμὰ τῶν ἁμαρτημάτων διεῤῥήγνυντο· κἀκεῖνοι πρὸς δολοφονίαν κατ᾽ αὐτοῦ ὡπλίζοντο. Ἀνθ᾽ ὧν ἔδει τὸ ῥῆμα μεταστρέψαντας εἰπεῖν, Τί ποιήσωμεν, ὅτι ἅγιον ἐνυβρίσαμεν, ὅτι εἰς τὸν τοῦ Θεοῦ παῖδα οὐκ ἐπιστεύσαμεν; Τί ποιήσωμεν; λεπρῶν χαλαζώματα δίκην πλοίου τῷ λόγῳ ἀπέξεσε, καὶ τούτῳ οὐκ ἐπιστεύσαμεν. Τί ποιήσωμεν; τυφλοὺς ἐκ γενετῆς ὑπ᾽ αὐτοῦ ὀμματωθέντας ἔγνωμεν, καὶ τούτῳ οὐκ ἐπιστεύσαμεν. Τί ποιήσωμεν; ἐκ πέντε ἄρτων πέντε χιλιάδας εἰς κόρον ἐν ἐρήμῳ ὑπ᾽ αὐτοῦ διατραφέντας ἔγνωμεν, καὶ τούτῳ οὐκ ἐπιστεύσαμεν.

Τί ποιήσωμεν; πηγὰς αἱμάτων κρασπέδοις ἱματίων ἐξήρανε, καὶ τούτῳ οὐκ ἐπιστεύσαμεν. Τί ποιήσωμεν; παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον, ἐν τριάκοντα καὶ ὀκτὼ ἔτεσι σύγχρονον τῆς ἑαυτοῦ ζωῆς τὴν νόσον ἔχοντα, ῥήματι ἐξήγειρε, καὶ τούτῳ οὐκ ἐπιστεύσαμεν. Τί ποιήσωμεν; ἐπὶ θαλάττης αὐτὸν περιπατοῦντα, καθάπερ ἐπὶ ἐδάφους, ἐθεασάμεθα, καὶ τῶν παλιστρόφων πνευμάτων βίας καὶ ταραχὰς ἀνηκέστους νεύματι χειρὸς κατασιγήσαντα ἔγνωμεν, καὶ τούτῳ οὐκ ἐπιστεύσαμεν.