Ἀλλ᾽ ἔλεγον, Τί ποιήσωμεν; οὐκ ἐν τῷ μετανοεῖν, ἀλλ᾽ ἐν τῷ κακοπραγεῖν. Ἡ χώρα αὐτῶν τοὺς νεκροὺς ζῶντας, καθάπερ στάχυας λευχείμονας καὶ πεπείρους, ἀπόνως ἐβλάστησε, κἀκεῖνοι ἐστέναζον. Μὴ ἃ ἐσπείρατε, Ἰουδαῖοι, οὐκ ἐθερίσατε; μὴ γάρ τις ὑμῶν ὑποδεξάμενος τὸν Κύριον ἐβαρύνθη; τί ζημιωθέντες ἐβαρύνθητε; τί ἠδικήθητε παρὰ τοῦ Θεοῦ; τί τοὺς νεκροὺς ζωῆς κωλύετε ὑπὸ φθόνου ἐλαυνόμενοι; τί τοὺς ἀεννάους ὀχετοὺς τῆς μελιῤῥύτου πηγῆς διαλῦσαι βούλεσθε, ἣν οἱ πιόντες μὴ διψῶσι; τί τοὺς ἀῤῥώστους ὑμῶν ἀποκτείνετε, τὸν ἰατρὸν αὐτῶν ἀναλίσκειν βουλόμενοι; Ἀλλὰ τούτων πάντων αἴτιος ὁ κάκιστος φθόνος. Ὦ φθόνε, φόνου γεννήτωρ, διαβόλου εὕρημα, θανάτου ἀρχηγέ· ὦ φθόνε, ὁ μήτε τοὺς ὑπὸ σοῦ βασκαινομένους ζῇν ἐθέλων, καὶ τοὺς ἔχοντάς σε μειζόνως κολάζων· ὦ φθόνε, διαβόλου σύνοικε· ὦ φθόνε, φιλίας ἐχθρὲ, εἰρήνης ἀντίπαλε, ἀγάπης ἀντίδικε, διαβόλου βλάστημα, σκοτεινόχροον ἄνθος· οἵ σε νεμόμενοι, χριστοκτονίαν ἐργάζονται· σὺ δὲ τὸν Ἀδὰμ ἐν παραδείσῳ ἐξ ἀρχῆς ἐβάσκανας, καὶ γλυκείας ἡδονῆς ἀπογευσάμενον πικροτάτῳ θανάτῳ παρέδωκας· θάνατος γὰρ οὐκ ἦν ἐν τῷ κόσμῳ, εἰ μὴ σὺ αὐτὸν, φθόνε, ἐκύησας. Καὶ μαρτυρεῖ μοι τὸ θεῖον λόγιον, λέγον· Οὐκ ἐποίησεν ὁ Θεὸς θάνατον, οὐδὲ τέρπεται ἐπ᾽ ἀπωλείᾳ ζώντων. Φθόνῳ δὲ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθε.