Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον ἀπόστολον Θωμᾶν

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή: Το ιστορικό πλαίσιο και η κλήση των εθνών

Το εισαγωγικό υπόμνημα της ομιλίας, η αναφορά στην παρουσία των Ινδών και η δοξολογία για την οικουμενική κλήση των εθνών με παραίνεση για τον εγκωμιασμό του αποστόλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 6

Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου εἰς τὸν ἅγιον Θωμᾶν τὸν ἀπόστολον καὶ εἰς τὴν οἰκονομίαν τοῦ Κυρίου ἡμῶν· ἐρρέθη δὲ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ παρόντων Ἰνδῶν ἅτε τοῦ αὐτῶν βασιλέως ἐξ ἀποκαλύψεως προσελθόντος τῇ πίστει καὶ πάντας τοὺς ὑπηκόους εἰς τοῦτο παραζηλώσαντος καὶ ἀποστείλαντος δῶρα τῷ βασιλεῖ καὶ τὴν αὐτῶν κλῆσιν γνωρίσαντος.

Εὐλογητὸς ὁ θεός, ὁ τοῖς αὐτοῦ ῥήμασιν ὡς πιστὸς ἐπιφέρων τὴν ἔκβασιν· ὁ λέγων ἅπερ ἐπίσταται καὶ ποιῶν ἃ προέγνωκεν· Ἀμὴν γάρ, φησίν, λέγω ὑμῖν ὅτι κηρυχθήσεται τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ. Τοῦτο πάλαι μὲν λόγος τοῖς ἀκροωμένοις ἐτύγχανεν, νῦν δὲ πρᾶξις ἐνεργὸς τοῖς ὁρῶσιν καθέστηκεν. Τοῦτο πρὸς μίαν τὴν ἀπ’ ἀρχῆς τὰ πάντα συνήθροισεν ἁρμονίαν. Τοῦτο ἅπαντας τοὺς μακρὰν τῇ πίστει συνέδησεν πρὸς ὁμόνοιαν. Τοῦτο <ἐν> τοῖς παροῦσιν τῶν Ἰνδῶν τὸ ἔθνος τῷ τῆς ἐκκλησίας θεάτρῳ κατέμιξεν. Τοῦτο τὴν προφητικὴν λύραν τῇ εὐαγγελικῇ συνήρμοσε σάλπιγγι· Αἰθιοπία γάρ, φησίν, προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ. Τοῦτο τοὺς πόρρωθεν τῶν λόγων ὡς συγγενεῖς ἀκροατὰς ἀπειργάσατο.

Δεῦρο τοίνυν τῷ Θωμᾶ τὴν ἀμοιβὴν αὐτοῖς ἀποτίσωμεν, τοῖς εἰς τὸν παιδευτὴν ἐπαίνοις τοὺς μαθητευομένους τιμήσωμεν, τῆς πρὸς ἀλλήλους ἡμῖν εὐνοίας τὸν λειτουργὸν στεφανώσωμεν. Χθὲς μὲν γὰρ αὐτοὶ πρὸς αὐτὸν τοῦ δρόμου τὴν πορείαν ἐσπεύσατε καὶ πᾶσαν, ὡς πιστῶ, τῆς εὐνοίας τὴν ὀφειλὴν κατεβάλετε μίαν ὡς εὖνοι μέχρι τῶν σηκῶν τῷ πλήθει σειρὰν διατείνοντες, ἑνὶ τῷ τῆς εὐσεβείας πρὸς τάχος συνθήματι χρώμενοι τῇ φύσει, τῇ γνώμῃ τὸ λεῖπον εἰσφέροντες, ὡς ἐπὶ ζεύγους τῆς πορείας τὸ τραχὺ διϊππεύοντες, ὡς ὄχημα τὸν πόθον τοῖς ποσὶν ὑποζεύξαντες. Σήμερον δὲ αὐτὸν ἡμῖν ὁ λόγος ἐνταῦθα τὸν Θωμᾶν παρίστησιν καὶ τοῖς πιστοῖς πρὸς εὐφημίαν ὑπογράφει τὸν κήρυκα. [Ἔ]δει γὰρ οὗ πρὸς πᾶσαν γῆν ὁ φθόγγος διέδραμεν, τούτῳ τῶν λόγων πανταχῇ συναπλωθῆναι τὸν στέφανον. [Ἔ]δει τὸν τῆς ἀκριβοῦς πίστεως καθηγητὴν τῇ τῶν μαθητῶν εὐφημίᾳ στεφανοῦσθαι πρὸς εὔκλειαν. [Ἔ]δει τὸν θεὸν πρῶτον ἀνηγορευκότα τὸν Κύριον εἰς πᾶν μέρος αὐτοῦ τῆς κτίσεως ἀναρρηθῆναι τοῖς ῥήμασιν. Δεῖ τὸν τῆς ἡμετέρας ἐν τῷ πλάστῃ φύσεως τὴν ἀπαρχὴν παραστήσαντα τῆς εὐνοίας τοῦ γένους ἀντιλαβεῖν τὴν ἀπόλαυσιν. Δεῖ τὸν χειρὶ καὶ γλώττῃ τῆς οἰκονομίας τὸ μεγαλεῖον γνωρίσαντα πᾶσι τοῖς μέλεσι παρ’ ἡμῶν στεφανοῦσθαι τοῖς πράγμασιν.