Εἶδεν ὅπερ ἐπηύχετο, τῇ ἁφῇ τὰς χεῖρας ἡγίασεν καὶ πρὸς ἡδονὴν ἐπτεροῦτο τῷ πράγματι. «Ὁ κύριός μου, φησίν, καὶ ὁ θεός μου. Ἔχω ὅπερ ἐπόθουν, οἷς ἠβουλήθην κατήρτισμαι, οὐκέτι μέλλω πρὸς τὸ κήρυγμα, βοῶ θεόν μου τὸν Κύριον, ἡγίασά μου τὰς χεῖρας πρὸς Κύριον, ἁγιάσω λοιπὸν τῇ ὁμολογίᾳ τὸ στόμα, ἔγνων τί τὸ φαινόμενον εἴπω, τί τὸ νοούμενον, χειρὶ καὶ γλώττῃ τὸν ἐμὸν ἀναγγείλω δεσπότην. Ὁ κύριός μου καὶ ὁ θεός μου, σὺ εἶ αὐτὸς ὁ βασιλεὺς καὶ θεός μου. Οὐ θνητοῦ τινος ἁπλῶς τὸ θαῦμα καθέστηκεν· οὐδεὶς ἄνθρωπος αὐτοῦ τὸ σῶμα <ν>ενεκρωμένον ἀνέστησε, οὐδεὶς ἐν σταυρῷ τὸν ἐχθρὸν κατηγώνισται, οὐδεὶς θανάτῳ θάνατον κατεπάλαισεν. Τῆς σῆς δυναστείας τὸ θαῦμα, τῆς σῆς βασιλείας τὸ χάρισμα. Ὁ κύριός μου καὶ ὁ θεός μου, τοῦτό σου πλοῦτος, τοῦτό σου θησαυρός.» Ὢ μακάριε, τοῦτο καρπὸς εὐφροσύνης, τοῦτο στέφανος κάλλους, τοῦτο σκῆπτρον, τοῦτο βασίλειον. Οἷς εἶπας ἐπλούτησας, οἷς ἐπέγνως τετίμησαι, τοῖς σοῖς ῥήμασιν τὴν δυναστείαν προσείληφας, ἡ σὴ φωνὴ καὶ μετὰ τάφον ἀκούεται, κηρύττεις καὶ κείμενος, βοᾷς τοῖς θαύμασιν τὴν ἀλήθειαν, οἷς ἐνεργεῖς ἐκδιδάσκεις, οἷς πράττεις δημηγορεῖς. Οὐ δεῖ σοι γλώττης πρὸς τὸ κήρυγμα, πᾶν μέλος στόμα σοι πανταχῇ τοῖς παροῦσιν καθίσταται, οὐχ ἓν αἰῶνος μόνον σοι πρὸς μαθητείαν κεκλήρωται, οὐκ ἐκ τόπου πρὸς τόπον μεθίστασαι.