Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Εὐστάθιον Ἀντιοχείας

Ἰωάννης ὁ Χρυσόστομος

Η εξορία του αγίου Ευσταθίου και η χάρη των ιερών λειψάνων

Η αναφορά στην εξορία του αγίου στη Θράκη και η παρομοίωση των σωμάτων των αγίων με πηγές που μεταδίδουν την πνευματική τους χάρη στους πιστούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 6

βʹ. Ὡς ἐάν τις ἐπὶ κατορθώμασι καὶ τῇ τῶν μελλόντων ἀγαθῶν ἐλπίδι τὸν παρόντα ζήσῃ βίον, δυνήσεται κατὰ Παῦλον λέγειν, ὅτι Τὸ ζῇν ἐν σαρκὶ πολλῷ κρεῖσσον· τοῦτο γὰρ καρπὸς ἔργου· καθάπερ οὖν καὶ ἐπὶ τοῦ μακαρίου γέγονεν Εὐσταθίου, ὃς καὶ τῇ ζωῇ καὶ τῇ τελευτῇ πρὸς τὸ δέον ἐχρήσατο.

Οὐ γὰρ ἐπὶ τῆς οἰκείας γῆς, ἀλλ᾽ ἐπὶ τῆς ἀλλοτρίας ταύτην ὑπέμεινε διὰ τὸν Χριστόν· τοῦτο τῶν ἐχθρῶν τὸ κατόρθωμα. Ἐκεῖνοι μὲν γὰρ τῆς πατρίδος αὐτὸν ἐξήλασαν ὡς ἀτιμάζοντες· ὁ δὲ λαμπρότερος ἐγίνετο μᾶλλον καὶ περιφανέστερος τῇ πρὸς τὴν ὑπερορίαν μεταστάσει, ὡς καὶ τῶν πραγμάτων τὸ τέλος ἀπέδειξε. Τοσαύτη γὰρ ἡ περιφάνεια γέγονεν, ὡς τοῦ σώματος αὐτοῦ ταφέντος ἐν Θρᾴκῃ, τὴν μνήμην αὐτοῦ καθ᾽ ἑκάστην ἡμέραν παρ᾽ ἡμῖν ἀνθεῖν, καὶ τὸν μὲν τάφον εἶναι ἐν ἐκείνῳ τῷ βαρβαρικῷ χωρίῳ, τὸν δὲ πόθον παρ᾽ ἡμῖν, τοῖς ἐκ τοσούτου ἀπειργομένοις διαστήματος, μετὰ χρόνον τοσοῦτον καθ᾽ ἑκάστην αὔξεσθαι τὴν ἡμέραν· μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, καὶ ὁ τάφος αὐτοῦ παρ᾽ ἡμῖν, οὐκ ἐν Θρᾴκῃ μόνον. Μνήματα γὰρ ἁγίων οὐ σοροὶ, καὶ λάρνακες, καὶ στῆλαι, καὶ γράμματα, ἀλλ᾽ ἔργων κατορθώματα, καὶ πίστεως ζῆλος, καὶ συνειδὸς πρὸς Θεὸν ὑγιές. Καὶ γὰρ πάσης στήλης λαμπροτέρα ἀνέστηκεν αὕτη ἡ Ἐκκλησία τῷ μάρτυρι, γράμματα ἔχουσα οὐκ ἄφωνα, ἀλλὰ διὰ τῶν πραγμάτων αὐτῶν λαμπρότερον σάλπιγγος βοῶντα τὴν ἐκείνου μνήμην καὶ τὴν λαμπρότητα, καὶ ἕκαστος ὑμῶν τῶν παρόντων τοῦ ἁγίου τάφος ἐστὶν ἐκείνου, τάφος ἔμψυχος καὶ πνευματικός. Ἂν γὰρ ἀναπτύξω τὸ συνειδὸς ἑκάστου τῶν παρόντων ὑμῶν, εὑρίσκω τὸν ἅγιον τοῦτον ἔνδον τῆς διανοίας ὑμῶν ἐνδιαιτώμενον. Ὁρᾶτε πῶς οὐδὲν πλέον ἐγένετο τοῖς ἐχθροῖς;

πῶς οὐκ ἔσβεσαν τὴν δόξαν, ἀλλ᾽ ἐπῆραν ταύτην μᾶλλον καὶ λαμπροτέραν εἰργάσαντο, τοσούτους ποιήσαντες τάφους ἀνθ᾽ ἑνὸς, τάφους ἐμψύχους, τάφους φωνὴν ἀφιέντας, τάφους πρὸς τὸν αὐτὸν ζῆλον παρασκευαζομένους;

Διὰ τοῦτο τὰ τῶν ἁγίων σώματα καὶ πηγὰς, καὶ ῥίζας, καὶ μύρα καλῶ πνευματικά. Τίνος οὖν ἕνεκεν; Ὅτι ἕκαστον τούτων τῶν εἰρημένων τὴν οἰκείαν ἀρετὴν οὐ παρ᾽ ἑαυτῷ κατέχει μόνον, ἀλλὰ καὶ μέχρι πολλοῦ διαπέμπεται μήκους.

Οἷόν τι λέγω· αἱ πηγαὶ ἀναβλύζουσι μὲν πολλὰ νάματα, οὐ μὴν εἴσω τῶν οἰκείων κόλπων ταῦτα κατέχουσιν, ἀλλὰ μακροὺς τίκτουσαι ποταμοὺς συγγίνονται τῷ πελάγει, καὶ καθάπερ χειρός τινος ἐκτάσει, τῷ μήκει τούτων ἐπιλαμβάνονται τῶν θαλαττίων ὑδάτων. Πάλιν ἡ ῥίζα τῶν φυτῶν κέκρυπται ἐν τοῖς κόλποις τῆς γῆς, ἀλλ᾽ οὐ κάτω κατέχει τὴν ἀρετὴν αὐτῆς ἅπασαν, καὶ μάλιστα τῶν ἀμπέλων τῶν ἀναδενδράδων αὕτη ἡ φύσις. Ὅταν γὰρ ἐφ᾽ ὑψηλῶν τῶν καλάμων τοὺς αὐτῶν ἐκτείνωσι κλάδους, τὰ κλήματα διὰ τῶν δονάκων ἐκείνων ἕρποντα μέχρι πολλοῦ πρόεισι διαστήματος, μακράν τινα ὀροφὴν τῇ τῶν φύλλων ποιοῦντα πυκνότητι. Τοιαύτη καὶ τῶν μύρων ἡ φύσις· αὐτὰ μὲν γὰρ κεῖται ἐν οἰκίσκῳ πολλάκις, διὰ δὲ τῶν θυρίδων ὑπερεκπίπτουσα αὐτῶν ἡ εὐωδία εἰς ἄμφοδα καὶ στενωποὺς καὶ ἀγορὰς, καὶ τοὺς ἔξω βαδίζοντας διδάσκει τὴν ἔνδον κειμένην τῶν ἀρωμάτων ἀρετήν. Εἰ δὲ πηγὴ, καὶ ῥίζα, καὶ φυτῶν καὶ ἀρωμάτων φύσις τοσαύτην ἔχουσι τὴν ἰσχὺν, πολλῷ μᾶλλον τῶν ἁγίων τὰ σώματα· καὶ ὅτι οὐ ψευδῆ τὰ λεγόμενα, μάρτυρες ὑμεῖς. Τὸ μὲν γὰρ σῶμα τοῦ μάρτυρος κεῖται ἐν Θρᾴκῃ, ὑμεῖς δὲ οὐκ ἐν Θρᾴκῃ διατρίβοντες, ἀλλὰ πολὺ τῆς χώρας ἐκείνης ἀφεστηκότες ἀντιλαμβάνεσθε τῆς εὐωδίας ἐκ τοσούτου διαστήματος, καὶ διὰ τοῦτο συνεληλύθατε, καὶ οὐ διεκώλυσε τῆς ὁδοῦ τὸ μῆκος, οὐκ ἔσβεσε τοῦ χρόνου τὸ πλῆθος.

Τοιαύτη γὰρ τῶν πνευματικῶν κατορθωμάτων ἡ φύσις· οὐδενὶ σωματικῷ διακόπτεται κωλύματι, ἀλλ᾽ ἀνθεῖ καὶ αὔξεται καθ᾽ ἑκάστην ἡμέραν, καὶ οὔτε χρόνου μαραίνει τὸ πλῆθος αὐτὴν, οὐχ ὁδοῦ διατειχίζει μῆκος.