Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Εὐστάθιον Ἀντιοχείας

Ἰωάννης ὁ Χρυσόστομος

Το μαρτύριο της προαιρέσεως

Η ανάδειξη του αγίου ως μάρτυρα όχι με βάση το τέλος του, αλλά την προαίρεσή του, όπως καταδεικνύεται και από το παράδειγμα της θυσίας του Αβραάμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 6

Μὴ θαυμάσητε δὲ εἰ τοῦ λόγου καὶ τῶν ἐγκωμίων ἀρχόμενος μάρτυρα τὸν ἅγιον ἐκάλεσα· καὶ γὰρ οἰκείῳ τέλει τὴν ζωὴν κατέλυσε· πῶς οὖν ἐστι μάρτυς; Εἶπον πολλάκις πρὸς τὴν ὑμετέραν ἀγάπην, ὅτι μάρτυρα οὐχὶ ὁ θάνατος ποιεῖ μόνον, ἀλλὰ καὶ ἡ πρόθεσις.

Οὐ γὰρ ἀπὸ τῆς ἐκβάσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς γνώμης πλέκεται πολλάκις ὁ τοῦ μαρτυρίου στέφανος. Καὶ τοῦτον οὐκ ἐγὼ, ἀλλὰ Παῦλος δίδωσι τοῦ μαρτυρίου τὸν ὅρον οὑτωσὶ λέγων, Καθ᾽ ἡμέραν ἀποθνήσκω. Πῶς ἀποθνήσκεις καθ᾽ ἡμέραν; πῶς δυνατὸν ἑνὶ σώματι θνητῷ μυρίους δέξασθαι θανάτους;

Τῇ προθέσει, φησὶ, καὶ τῷ παρεσκευάσθαι πρὸς τελευτήν. Οὕτω καὶ ὁ Θεὸς ἀποφαίνεται· καὶ γὰρ ὁ Ἀβραὰμ οὐχ ᾕμαξε τὴν μάχαιραν, οὐκ ἐφοίνιξε τὸν βωμὸν, οὐκ ἔθυσε τὸν Ἰσαὰκ, ἀλλ᾽ ὅμως ἀπήρτισε τὴν θυσίαν. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ τὴν θυσίαν δεξάμενος· Οὐκ ἐφείσω γὰρ, φησὶ, τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾽ ἐμέ. Καὶ μὴν ζῶντα ἔλαβε, καὶ ὑγιῆ κατήγαγε· πῶς οὖν οὐκ ἐφείσατο; Ὅτι οὐκ ἀπὸ τοῦ τέλους τῶν πραγμάτων, ἀλλ᾽ ἀπὸ τῆς προθέσεως τῶν προελομένων, τὰς τοιαύτας κρίνω θυσίας ἐγὼ, φησίν. Οὐκ ἔσφαξεν ἡ χεὶρ, ἀλλ᾽ ἔσφαξεν ἡ προαίρεσις· οὐκ ἐβάπτισε τὸ ξίφος εἰς τὸν λαιμὸν τοῦ παιδὸς, οὐ διέτεμε τὴν δέρην, ἀλλ᾽ ἔστι θυσία καὶ χωρὶς αἵματος. Ἴσασιν οἱ μεμυημένοι τὸ λεγόμενον· διὰ τοῦτο δὲ κἀκείνη ἡ θυσία χωρὶς αἵματος ἐγένετο, ἐπειδὴ ταύτης ἔμελλεν ἔσεσθαι τύπος. Ὁρᾷς ἐν τῇ Παλαιᾷ προδιαγραφομένην τὴν εἰκόνα; Μὴ ἀπιστήσῃς τῇ ἀληθείᾳ.