Ἀνέλωμεν τοίνυν τὸ τειχίον, καὶ ἐντεῦθεν ἤδη τῆς ἑορτῆς ἀρξώμεθα, τὰς πέντε ἡμέρας ταύτας πᾶσιν ἀποταξάμενοι· ἐῤῥέτω δικαστήρια, ἐῤῥέτω βουλευτήρια, οἰμωζέτω βιωτικὰ πράγματα καὶ συμβόλαια καὶ συναλλάγματα· τὴν ψυχήν μου βούλομαι σῶσαι. Τί ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ· Ἐξῆλθον ἀπὸ Περσίδος οἱ μάγοι· ἔξελθε σὺ τῶν βιωτικῶν πραγμάτων, καὶ πρὸς τὸν Ἰησοῦν ὅδευσον· οὐκ ἔστι πολὺ τὸ μέσον, ἂν ἐθέλωμεν. Οὐ γὰρ πέλαγος ἀνάγκη διαπερᾶσαι, οὐδὲ ὀρῶν ὑπερβῆναι κορυφὰς, ἀλλ᾽ οἴκοι καθήμενον, εὐλάβειαν ἐπιδεικνύμενον καὶ πολλὴν τὴν κατάνυξιν, ἔστιν ἰδεῖν ἅπαν καταλῦσαι τὸ τειχίον, ἀνελεῖν τὸ κώλυμα, συστεῖλαι τῆς ὁδοῦ τὸ μῆκος· Θεὸς γὰρ ἐγγίζων ἐγώ εἰμι, φησὶ, καὶ οὐ Θεὸς πόῤῥωθεν· καὶ, Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Νῦν δὲ εἰς τοσοῦτο ἀνοίας καὶ καταφρονήσεως πολλοὶ τῶν πιστῶν ἐληλάκασιν, ὡς καὶ μυρίων γέμοντες κακῶν, καὶ μηδεμίαν ὅλως ἑαυτῶν ἐπιμέλειαν ποιούμενοι, ἁπλῶς καὶ ὡς ἔτυχεν ἐν ταῖς ἑορταῖς τῇ τραπέζῃ ταύτῃ προσέρχονται, οὐκ εἰδότες ὅτι καιρὸς κοινωνίας οὐχ ἑορτὴ καὶ πανήγυρις, ἀλλὰ συνειδὸς καθαρὸν καὶ βίος ἐγκλημάτων ἀπηλλαγμένος. Καὶ καθάπερ τὸν οὐδὲν ἑαυτῷ συνειδότα φαῦλον καθ᾽ ἑκάστην δεῖ προσιέναι τὴν ἡμέραν, οὕτω τὸν ἐν ἁμαρτήμασι προκατειλημμένον, καὶ μὴ μετανοοῦντα οὐδὲ ἐν ἑορτῇ προσιέναι ἀσφαλές.