Μὴ τοίνυν σήμερον μόνον, ἀλλὰ καὶ καθ’ ἑκάστην ἡμέραν πρὸς αὐτὸν βαδίζωμεν, πνευματικοὺς ἐξ αὐτοῦ δρεπόμενοι καρπούς. Ἔστι γὰρ, ἔστι τὸν μετὰ πίστεως ἐνταῦθα παραγινόμενον μεγάλα καρπώσασθαι ἀγαθά· οὐδὲ γὰρ τὰ σώματα μόνον, ἀλλὰ καὶ αὐταὶ αἱ θῆκαι τῶν ἁγίων πνευματικῆς εἰσι πεπληρωμέναι χάριτος. Εἰ γὰρ ἐπὶ Ἐλισσαίου τοῦτο συνέβαινε, καὶ θήκης νεκρὸς ἁψάμενος τοῦ θανάτου τὰ δεσμὰ διέῤῥηξε, καὶ πρὸς ζωὴν ἐπανῆλθε πάλιν, πολλῷ μᾶλλον νῦν, ὅτε δαψιλεστέρα ἡ χάρις, ὅτε πλείων ἡ τοῦ Πνεύματος ἐνέργεια, ἔστι καὶ θήκης μετὰ πίστεως ἁψάμενον πολλὴν ἐκεῖθεν ἐπισπάσασθαι δύναμιν. Διὰ τοῦτο καὶ τὰ λείψανα τῶν ἁγίων εἴασεν ἡμῖν ὁ Θεὸς, βουλόμενος ἡμᾶς πρὸς τὸν αὐτὸν ἐκείνοις χειραγωγῆσαι ζῆλον, καὶ λιμένα τινὰ παρασχεῖν καὶ παραμύθιον ἀσφαλὲς τῶν ἀεὶ καταλαμβανόντων ἡμᾶς κακῶν. Διὸ παρακαλῶ πάντας ὑμᾶς, εἴτε ἐν ἀθυμίᾳ τίς ἐστιν, εἴτε ἐν νόσοις, εἴτε ἐν ἐπηρείαις, εἴτε ἐν ἄλλῃ τινὶ βιωτικῇ περιστάσει, εἴτε ἐν ἁμαρτιῶν βάθει, μετὰ πίστεως ἐνταῦθα παραγινέσθω, καὶ πάντα ἐκεῖνα ἀποθήσεται, καὶ μετὰ πολλῆς ἐπανήξει τῆς ἡδονῆς, κουφότερον τὸ συνειδὸς ἐργασάμενος ἀπὸ τῆς θεωρίας μόνης· μᾶλλον δὲ οὐ τοὺς ἐν δεινοῖς ὄντας μόνον ἀναγκαῖον ἐνταῦθα παραγίνεσθαι, ἀλλὰ κἂν ἐν εὐθυμίᾳ τις ᾖ, κἂν ἐν δόξῃ, κἂν ἐν δυναστείᾳ, κἂν ἐν παῤῥησίᾳ πολλῇ τῇ πρὸς τὸν Θεὸν, μηδὲ οὗτος καταφρονείτω τῆς ὠφελείας.