Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν εὐαγγελιστήν

Ἰωάννης ὁ Χρυσόστομος

Πολεμική κατά των αιρέσεων, ορθόδοξο βάπτισμα και εσχατολογική κρίση

Ανασκευή των ετεροδιδασκαλιών περί της δημιουργίας του Υιού εν χρόνω, υπεράσπιση της τριαδικής πίστεως μέσω του βαπτίσματος και προτροπή σε ορθή ομολογία ενόψει της κρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτοῦ Ἰωάννης. Ἀλλὰ τολμῶσιν εἰπεῖν τινες τῶν αἱρετικῶν· ἦν ποτε ὁ Πατήρ, ὅτε οὐκ ἦν ὁ Υἱός. Πόσον δέ ἐστι τὸ μέσον αὐτῶν εἰπέ μοι· χρόνος ἦν τὸ μέσον. Ἀλλ᾽ ὁ Υἱὸς καὶ καιροὺς καὶ τοὺς χρόνους καὶ τοὺς αἰῶνας ἐποίησε· πάντα δι᾽ αὐτοῦ ἐγένετο. Ἄκουσον Παύλου λέγοντος· πολυτρόπως καὶ πολυμερῶς πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἡμῶν, ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ, ὃν ἔθηκε κληρονόμον πάντων, δι᾽ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε· πῶς οὖν αἰὼν ἢ χρόνος πρὸ τοῦ πεποιηκότος τοὺς αἰῶνας; Ἄκουσον τοιγαροῦν καὶ προφήτου λέγοντος· ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. Ὁ ἀπόστολος λέγει· ὅτι δι᾽ αὐτοῦ ἐποίησε τοὺς αἰῶνας· ὁ εὐαγγελιστής· πάντα δι᾽ αὐτοῦ ἐγένετο· ὁ προφήτης· ὁ ὑπάρχων πρὸ τῶν αἰώνων· καὶ πάλιν ὁ ἀπόστολος εἴτε ἀρχαί, εἴτε ἐξουσίαι, εἴτε θρόνοι, εἴτε κυριότητες· πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται καὶ αὐτός ἐστι πρὸ πάντων· καὶ σὺ τολμᾷς εἰπεῖν, ὅτι ἦν ὁ Πατήρ, ὅτε οὐκ ἦν ὁ Υἱός; ἀλλὰ τῆς τόλμης ταύτης εὐθύνας ἔχουσι παρασχεῖν ἐν ἡμέρᾳ κρίσεως.

Καλεῖ γὰρ ἐν ἡμέρᾳ κρίσεως καὶ Ἰωάννην καὶ τοὺς λέγοντας τὸ ἦν καὶ τοὺς λέγοντας· τὸ οὐκ ἦν· διατί; ἐπειδήπερ ὁ Πατὴρ οὐδένα κρίνει, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι Πατέρα. Καλεῖ οὖν ἐν ἡμέρᾳ κρίσεως καὶ τοὺς λέγοντας τὸ ἦν καὶ τὸ οὐκ ἦν. Ἐξέρχεται τὸ χειρόγραφον ἑκάστου. Σὺ τί εἶπας; ἀνάγνωθι τὴν ὁμολογίαν. Ἐγὼ εἶπον τὸ ἦν.

Οὗτος τί; οὗτος εἶπε τὸ οὐκ ἦν. Τίς ἐδίδαξέ σε λέγειν τὸ οὐκ ἦν; Ἰωάννης· σὺ αὐτὸν ἐδίδαξας λέγειν τὸ οὐκ ἦν; ἐγὼ οὐχὶ δέσποτα· ἀλλὰ τί; ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος· καὶ οὗτος ἦν ἐν ἀρχῇ· πανταχοῦ ἦν καὶ οὐδαμοῦ τὸ οὐκ ἦν· ἀπὸ λογισμῶν ἀνθρωπίνων· τί ἕτερον σὺ ὡμολόγησας; ἐγώ, φησίν, ὅτι ἴσος· ἐκεῖνος τί; ὅτι ἀνόμοιος· σὺ δὲ ποῦ μεμάθηκας ὅτι ἴσος; τίς ἐδίδαξέ σε; ὁ εὐαγγελιστὴς εἰπών· διὰ τοῦτό φησιν ἐδίωκον τὸν Σωτῆρα, ὅτι οὐ μόνον κατέλυε τὸ σάββατον ἀλλὰ καὶ πατέρα ἑαυτοῦ ἔλεγε τὸν Θεόν, ὅμοιον ἑαυτὸν τῷ Θεῷ ποιῶν. Τοῦτο μὲν καὶ ὁ ἀπόστολος ἐδίδαξε· τί εἰπών; οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε. Πόθεν οὖν αὐτὸς ἔμαθε τὸ ἀνόμοιος; ἀπὸ λογισμῶν ἀνθρωπίνων. Σὺ δὲ πάλιν τί ὡμολόγησας; ἐγώ, ὅτι ὥσπερ ἐργάζεται ὁ Υἱός· τίς ἐδίδαξέ σε; ὁ εὐαγγελιστής· τί εἰπών; ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· τί οὖν πάλιν ὡμολόγησας; ὅτι ὅμοιός ἐστι κατὰ πάντα τῷ Πατρί· τίς εἶπεν; ὁ εὐαγγελιστής· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἐκεῖνος τί εἶπεν; ὅτι κτίσμα ὁ Υἱός. Τίς σε ἐδίδαξεν;

οὐδείς· ἀλλὰ ἀπὸ λογισμῶν ἀνθρωπίνων· τὰ βλάσφημα ἴδε ταῦτα τοῖς αἱρετικοῖς ἐναντία τολμῶσι βαπτίσαι ἐκτὸς τῆς παραγγελίας τοῦ Χριστοῦ· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· μὴ τολμῶσιν αἱρετικοὶ βαπτίσαι εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἀνομοίου, ἀλλὰ γίνεται χωλὸν αὐτῶν τὸ βάπτισμα· ἀλλ᾽ ἡμεῖς μίαν ὁμολογίαν ἔχοντες ἓν βάπτισμα παραλαμβάνομεν τῆς ἁγίας Τριάδος ἀδιαστάτως ἁγιαζόμενον.

Ταύτην τοιγαροῦν τὴν κρηπῖδα τῆς πίστεως παρακαλῶ πάντας ὑμᾶς βεβαίως κατέχειν καὶ μηδαμοῦ ἐπὶ τοῦ μονογενοῦς λαμβάνειν ἢ τὸ ἐγένετο ἢ τὸ οὐκ ἦν· ταῦτα γὰρ κάτωθεν τῆς ἀφράστου καὶ ἀνεκδιηγήτου τοῦ μονογενοῦς οὐσίας· διατί; ὅτι ἐν ἀρχῇ ἦν, τῆς δὲ ἀρχῆς ταύτης οὐδέν ἐστιν ἀρχικώτερον. Ὅσον γὰρ ἐὰν ἀναβῇς, ὅσον γε ἐὰν ὑπερακοντισθῇς, ὅσον ἐὰν ἐκτανθῇς, ὑπὲρ τὴν ἀρχὴν ἐκείνην εὑρίσκεις καὶ οὐχ ὑπὲρ τὴν ἀρχήν· ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ μηδὲν ὑπεραναβῇς, οὔτε γὰρ δύνασαι· ἀλλ᾽ ἐννόησον τὸν μακάριον Ἰωάννην, ὅπως τὴν σωματικὴν ἁλιείαν καταλιπὼν διὰ τῶν ῥημάτων τούτων πᾶσαν τὴν οἰκουμένην εἰς σωτηρίαν ἐσαγήνευσεν. Ἐν ἀρχῇ ἦν ὁ Λόγος.