Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν θεολόγον

Ἰωάννης ὁ Χρυσόστομος

Εγκώμιο στον άγιο Ιωάννη τον Θεολόγο

Έπαινος της ιεραποστολικής δράσης, της υψηλής θεολογίας και της επιστήθιας σχέσης του αποστόλου με τον Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Ἐγκώμιον εἰς τὸν ἅγιον Ἰωάννην τὸν θεολόγον. Συνεκάλεσεν ἡμᾶς, ἀγαπητοὶ, ἐπὶ τὸ αὐτὸ ὁ ἁγιώτατος Ἰωάννης ὁ θεολόγος καὶ φίλος Χριστοῦ, οὐχ ὅτι ἡδυπνόων ῥόδων κάλυκας ἡμῖν ἀνατείλας, ἀλλὰ πνευματικῶν πατέρων τὰς ἀρετὰς ἡμῖν ἐξανθήσας. Τούτων ἡ εὐωδία ἡ εὐσεβής ἐστιν ὁμολογία, καὶ τῶν ψυχῶν ἡμῶν σωτηρία. Ποῖον, εἰπέ μοι, ῥόδον οὕτω τοῖς φύλλοις κεκόσμηται, ὡς ὁ ἁγιώτατος Ἰωάννης τῷ θεοπρεπεῖ τῶν ἁγίων στεφάνῳ δεδόξασται; Τὸ μὲν γὰρ ῥόδον τὴν χρυσαυγοῦσαν εὐωδίαν ἔσωθεν ἀποστίλβει· ὁ δὲ ἁγιώτατος Ἰωάννης, τὴν ἀρωματίζουσαν πολιτείαν τοῦ πανσόφου ποιμένος ἡμῶν καὶ διδασκάλου, ἐξ αὐτῆς τῆς τοῦ θρόνου κορυφῆς κατὰ κράτος ἐκλάμπει. Ὦ Ἰωάννη, δι᾽ ἐνιαυτοῦ μὲν τοῖς παρεπιδημοῦσι μνημονευόμενε, καθ᾽ ἡμέραν δὲ τοῖς Ἐφεσίοις συμπολιτευόμενε· ὦ Ἰωάννη, ὡς πρύτανις ὑψηλὸς ἐπὶ τόδε τὸ ἱερὸν ὄρος προλάμπεις, οὐ χρήματα τοῖς πολίταις σου δωρούμενος, ἀλλ᾽ ἴαμα τοῖς αἰτοῦσί σε χαριζόμενος· ὦ Ἰωάννη, τὴν μονομάχον δράκαιναν Ἄρτεμιν τῷ τροπαίῳ τοῦ σταυροῦ κατήραξας, καὶ τὴν μονόγαμον νύμφην Χριστοῦ, τὴν Ἐκκλησίαν, τῇ δυνάμει τοῦ σταυροῦ κραταιῶς ἀνώρθωσας.

Ὦ Ἰωάννη, τὸν πατέρα σου Ζεβεδαῖον ἐπὶ τὸ πλοῖον κατέλιπες, καὶ τὸν Δεσπότην σου Ναζωραῖον ἐπὶ τὸ στῆθος ἠγάπησας. Ὡς δύο ὄρη, τοὺς δύο μαστοὺς ἐθεώρεις, ὧν ἀνὰ μέσον ἡδέως ἀναπαυσάμενος, τὸν ἐν μέσῳ δύο ζώων γινωσκόμενον ἐθεολόγησας· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Καί μοι τὸ παράδοξον τοῦ ἀποστόλου θεώρησον.