Ὁ ἀπόστολος μαρτυρήσει μοι λέγων, ὅτι Θεὸς φῶς ἐστι. Καὶ, Ἦλθεν Ἰωάννης, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός· καὶ, Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, τουτέστιν, ἐρχόμενον εἰς τὴν ἀλήθειαν. Καὶ ὁ Υἱὸς, Ἐγώ εἰμι τὸ φῶς τὸ ἀληθινόν· καὶ, Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ὅτι δὲ ὁ Υἱὸς φῶς ἐστι καὶ ἥλιος τῆς δικαιοσύνης, καὶ ὁ προφήτης βοᾷ· Φωτίζου, φωτίζου, Ἱερουσαλήμ. Ἥκει γάρ σοι τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκε. Καὶ περὶ τοῦ ἁγίου Πνεύματος ἐν ψαλμοῖς ᾄδεται, ὅτι, Παρὰ σοῦ πηγὴ ζωῆς. Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, τουτέστιν, ἐν τῷ Υἱῷ ὀψόμεθα τὸ Πνεῦμα τὸ ἅγιον· φῶς δι᾽ οὗ ἐφωτίσθημεν, καὶ ἕως σήμερον φωτιζόμεθα τὰς καρδίας ἡμῶν. Φῶς ὁ Πατὴρ, ἐπειδὴ ὁ Θεὸς ἀληθινός· φῶς ὁ Υἱὸς, ἐπειδὴ ἐκείνου τοῦ φωτὸς ἀπαύγασμά ἐστι· φῶς τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον· Οὐδεὶς γὰρ οἶδε τὰ τοῦ Θεοῦ, εἰ μὴ τὸ Πνεῦμα τὸ ἐν αὐτῷ. Φῶς οὖν τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἀληθινὸν, ὃ ἐν τῷ ἀληθινῷ φωτὶ θεωρεῖται καὶ νοεῖται. Μενέτω οὖν ἡμῖν, ἀδελφοὶ, ἡ πίστις ἀῤῥαγὴς, ἀχώριστος Τριάς. Καὶ γὰρ ὁ μακάριος Σολομὼν λέγει ὅτι τὸ ἔντριτον σπαρτίον οὐ διαῤῥαγήσεται. Ὁ γὰρ Θεὸς ἁγιάζει, φωτίζει, ζωοποιεῖ, ἐλευθεροῖ, καὶ τὰ πλείονα τούτων. Καὶ ὁ Υἱὸς ὡσαύτως· πάντα γὰρ, ὅσα ὁ Πατὴρ ποιεῖ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὡσαύτως ἁγιάζει, φωτίζει, ζωοποιεῖ, ἐλευθεροῖ.