Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Λουκιανὸν μάρτυρα

Ἰωάννης ὁ Χρυσόστομος

Το μαρτύριο ως βάπτισμα αίματος

Θεολογικός παραλληλισμός μεταξύ του βαπτίσματος του Χριστού με ύδωρ και του μαρτυρίου του αγίου Λουκιανού ως βαπτίσματος αίματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

βʹ. Χθὲς μὲν οὖν ὁ Δεσπότης ἡμῶν ὕδατι ἐβαπτίσατο, σήμερον δὲ ὁ δοῦλος αἵματι βαπτίζεται· χθὲς ἠνεῴχθησαν οὐρανοῦ πύλαι, σήμερον κατεπατήθησαν ᾅδου πύλαι. Καὶ μὴ θαυμάσητε, εἰ βάπτισμα τὸ μαρτύριον ἐκάλεσα· καὶ γὰρ καὶ ἐνταῦθα τὸ Πνεῦμα μετὰ πολλῆς ἐφίπταται τῆς δαψιλείας, καὶ ἁμαρτημάτων ἀναίρεσις καὶ ψυχῆς γίνεται καθαρμὸς θαυμαστός τις καὶ παράδοξος· καὶ ὥσπερ οἱ βαπτιζόμενοι τοῖς ὕδασιν, οὕτως οἱ μαρτυροῦντες τῷ ἰδίῳ λούονται αἵματι· ὃ δὴ καὶ ἐπὶ τούτου γεγένηται. Ἀλλὰ γὰρ πρὸ τῆς σφαγῆς ἀναγκαῖον εἰπεῖν τοῦ διαβόλου τὴν πανουργίαν.