Ἀλλ᾽ ἵνα μάθῃς, ὅτι τοῦ φόβου τοῦ Θεοῦ οὐδὲν ἰσχυρότερον, προαίρεσις φύσεως εὐτονωτέρα ἐφάνη, καὶ μητέρας μὲν ἤλεγξε, καὶ ὠδίνων ἐπιλαθέσθαι ἐποίησε, τὸν δὲ ἅγιον τοῦτον ὑποσκελίσαι οὐκ ἴσχυσεν, οὐδὲ περιεγένετο τῆς φιλοσοφίας ἡ κόλασις, οὐδὲ τῆς ἀνδρείας ἐκράτησεν ἡ τιμωρία· ἀλλ᾽ ἔμενεν ἀδάμαντος παντὸς ἰσχυρότερος, ταῖς ἀγαθαῖς ἐντρυφῶν ἐλπίσι, καὶ τῇ τῶν ἀγώνων ἐγκαλλωπιζόμενος ὑποθέσει, ἱκανὴν παραμυθίαν ἔχων τῶν ἄθλων τὴν ἀφορμὴν, μάλιστα καθ᾽ ἑκάστην ἀκούων Παύλου λέγοντος· Ἐν λιμῷ καὶ δίψῃ, ἐν ψύχει καὶ γυμνότητι· καὶ πάλιν, Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα· ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾽ ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Ὡς δὲ εἶδεν ὁ μιαρὸς δαίμων οὐκ ἐνδιδόντα τῇ τοσαύτῃ τοῦ πράγματος ἀνάγκῃ, ἔτι χαλεπωτέραν ἐποίει τὴν βάσανον. Καὶ γὰρ εἰδωλόθυτα λαβὼν, καὶ τὴν τράπεζαν τούτων ἐμπλήσας, πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ τεθῆναι παρεσκεύασεν, ἵνα τὸ τῆς ἐξουσίας ἕτοιμον ἐκλύσῃ τῆς προθυμίας τὴν εὐτονίαν. Οὐ γὰρ οὕτως ἁλισκόμεθα μὴ φαινομένων τῶν δελεαζόντων πραγμάτων, ὡς πρὸ τῶν ὀφθαλμῶν κειμένων· ἐπεὶ καὶ τῆς γυναικῶν ἐπιθυμίας εὐκολώτερον ἄν τις κρατήσειε μὴ βλέπων γυναῖκα εὔμορφον, ἢ συνεχῶς εἰς αὐτὴν ἀτενίζων.