Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Λουκιανὸν μάρτυρα
Η ανάκριση, η ομολογία και η τελείωση του μάρτυρα
Η σταθερή ομολογία της χριστιανικής πίστεως του αγίου Λουκιανού ενώπιον του δικαστηρίου και η μαρτυρική του τελείωση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ανάκριση, η ομολογία και η τελείωση του μάρτυρα
Η σταθερή ομολογία της χριστιανικής πίστεως του αγίου Λουκιανού ενώπιον του δικαστηρίου και η μαρτυρική του τελείωση.
γʹ. Ταῦτα δὴ πάντα λογιζόμενος κατεγέλα τῆς τοῦ διαβόλου πονηρίας, κατεφρόνει τῆς κακουργίας, καὶ πρὸς οὐδὲν ἐνεδίδου τῶν ὁρωμένων. Ὡς δ᾽ οὖν εἶδεν οὐδὲν αὐτῷ τι πλέον γενόμενον ὁ μιαρὸς ἐκεῖνος, ἄγει πάλιν αὐτὸν εἰς τὸ δικαστήριον, καὶ βασανίζων συνεχεῖς ἐπῆγε πεύσεις· ὁ δὲ πρὸς ἑκάστην πεῦσιν ἀπεκρίνατο, ὅτι Χριστιανός εἰμι, μόνον. καὶ λέγοντος τοῦ δημίου· Ποίας εἶ πατρίδος; Χριστιανός εἰμι, φησί· Τί ἔχεις ἐπιτήδευμα; Χριστιανός εἰμι· Τίνας προγόνους; ὁ δὲ πρὸς ἅπαντα ἔλεγεν, ὅτι Χριστιανός εἰμι· ἑνὶ τούτῳ καὶ ψιλῷ τῷ ῥήματι τοῦ διαβόλου πλήττων τὴν κεφαλὴν, καὶ συνεχῆ καὶ ἐπάλληλα τὰ τραύματα αὐτῷ παρέχων. Καίτοι γε καὶ τῆς ἔξωθεν παιδεύσεως μετέσχεν, ἀλλ᾽ ᾔδει σαφῶς ὅτι ἐν τοῖς τοιούτοις ἀγῶσιν οὐ ῥητορείας χρεία, ἀλλὰ πίστεως· οὐ δεινότητος λόγου, ἀλλὰ φιλοθέου ψυχῆς· ἀρκεῖ ῥῆμα ἓν, φησὶν, ἅπασαν τοῦ διαβόλου τρέψαι τὴν φάλαγγα. Καὶ δοκεῖ μὲν τοῖς οὐκ ἀκριβῶς ἐξετάζουσιν ἀνακόλουθος εἶναι ἡ ἀπόκρισις· εἰ δέ τις τὸν νοῦν ἐπιστήσειε, καὶ ἐκ ταύτης ὄψεται τοῦ μάρτυρος τὴν σοφίαν. Ὁ γὰρ εἰπὼν, ὅτι Χριστιανός εἰμι, καὶ πατρίδα, καὶ γένος, καὶ ἐπιτήδευμα, καὶ πάντα ἐδήλωσε· πῶς, ἐγὼ λέγω· Ὁ Χριστιανὸς οὐκ ἔχει πόλιν ἐπὶ τῆς γῆς, ἀλλὰ τὴν ἄνω Ἱερουσαλήμ· Ἡ γὰρ ἄνω Ἱερουσαλὴμ, φησὶν, ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν.
Ὁ Χριστιανὸς οὐκ ἔχει γήϊνον ἐπιτήδευμα, ἀλλ᾽ εἰς τὴν ἄνω πολιτείαν τελεῖ· Ἡμῶν γὰρ, φησὶ, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει· ὁ Χριστιανὸς συγγενεῖς ἔχει τοὺς ἁγίους ἅπαντας καὶ συμπολίτας· Συμπολῖται γάρ ἐσμεν τῶν ἁγίων, φησὶ, καὶ οἰκεῖοι τοῦ Θεοῦ. Ὥστε ἑνὶ ῥήματι, καὶ τίς εἴη, καὶ πόθεν, καὶ τίνων, καὶ τί πράττων διατελοίη, μετὰ ἀκριβείας ἐδίδαξε. Καὶ μετὰ ταύτης τῆς φωνῆς τὸν βίον κατέλυσε, καὶ ἀπῆλθε σώαν τῷ Χριστῷ τὴν παρακαταθήκην κομίζων, καὶ τοῖς μετὰ ταῦτα δι᾽ ὧν ἔπαθε παραινῶν ἐνίστασθαι, καὶ μηδὲν δεδοικέναι, ἀλλ᾽ ἢ ἁμαρτίαν καὶ ἄρνησιν μόνον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.