Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Μελέτιον Ἀντιοχείας

Ἰωάννης ὁ Χρυσόστομος

Η σύγκληση των επισκόπων και η θεία οικονομία της κοιμήσεως του ιεράρχη

Αναφορά στην πρόσκληση του αγίου από τον βασιλέα για να παραστεί στη σύναξη των επισκόπων στη Θράκη, όπου προβλήθηκε ως αρχέτυπο αρετής, και στην πρόνοια του Θεού να επέλθει το τέλος του μακριά από την Αντιόχεια ώστε να μετριαστεί η οδύνη του ποιμνίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

γʹ. Ἐπεὶ δὲ ἔδοξε τῷ κοινῷ τῶν ὅλων Θεῷ καλέσαι λοιπὸν αὐτὸν ἐκ τῆς παρούσης ζωῆς, καὶ εἰς τὸν τῶν ἀγγέλων κατατάξαι χορόν· οὐδὲ τοῦτο ἁπλῶς ἐγίνετο, ἀλλὰ καλεῖ μὲν αὐτὸν βασιλέως γράμματα, τοῦ Θεοῦ τὸν βασιλέα κινήσαντος· καλεῖ δὲ αὐτὸν οὐκ ἐγγύς που οὐδὲ πλησίον, ἀλλ᾽ εἰς τὴν Θρᾴκην αὐτὴν, ἵνα καὶ Γαλάται, καὶ Βιθυνοὶ, καὶ Κίλικες, καὶ Καππαδόκαι, καὶ οἱ τὴν Θρᾴκην προσοικοῦντες ἅπαντες τὰ ἡμέτερα μάθωσιν ἀγαθά· ἵνα οἱ πανταχοῦ τῆς γῆς ἐπίσκοποι ὥσπερ εἰς ἀρχέτυπον εἰκόνα τὴν ἁγιωσύνην ἰδόντες τὴν ἐκείνου, καὶ παράδειγμα σαφὲς τῆς κατὰ τὴν ἀρχὴν ταύτην διακονίας ἐξ ἐκείνου λαβόντες, κανόνα τινὰ, καθ᾽ ὃν δεῖ τὰς Ἐκκλησίας οἰκονομεῖν καὶ κυβερνᾷν, ἔχωσιν ἀσφαλῇ καὶ σαφέστατον. Καὶ γὰρ διὰ τὸ τῆς πόλεως μέγεθος καὶ διὰ τὴν τοῦ βασιλέως προσεδρίαν πολλοὶ πολλαχόθεν τῆς οἰκουμένης ἐκεῖ συνέῤῥεον τότε· οἱ δὲ τῶν Ἐκκλησιῶν ἐπίσκοποι διὰ τὸ τὰς Ἐκκλησίας ἐκ μακροῦ πολέμου καὶ χειμῶνος ἀνενεγκούσας ἀρχὴν εἰρήνης καὶ γαλήνης λαμβάνειν, βασιλικοῖς ἐκεῖ γράμμασιν ἐκαλοῦντο πάντες.

Τότε τοίνυν καὶ οὗτος ἐκεῖ παραγίνεται. Καὶ καθάπερ ἐπὶ τῶν τριῶν παίδων, ἡνίκα ἀνακηρύττεσθαι ἔμελλον, καὶ στεφανοῦσθαι, σβέσαντες τὴν τοῦ πυρὸς δύναμιν, καταπατήσαντες τοῦ τυράννου τὸν τῦφον, ἅπαν ἀσεβείας εἶδος ἐλέγξαντες, ἐκ τῆς οἰκουμένης αὐτοῖς τὸ θέατρον ἐκάθητο πάσης (οἱ γὰρ πανταχοῦ γῆς σατράπαι, καὶ ὕπατοι, καὶ τοπάρχαι ἐκαλοῦντο μὲν δι᾽ ἑτέραν αἰτίαν, ἐγίγνοντο δὲ θεαταὶ τῶν ἀθλητῶν ἐκείνων)· οὕτω δὴ καὶ τότε συνέβαινεν, ὥστε γενέσθαι λαμπρὸν τῷ μακαρίῳ τὸ θέατρον· ἐπ᾽ ἄλλῃ κληθέντες αἰτίᾳ οἱ τὰς πανταχοῦ γῆς οἰκονομοῦντες Ἐκκλησίας ἐπίσκοποι παρεγένοντο, καὶ τὸν ἅγιον ἐθεώρουν ἐκεῖνον. Καὶ ἐπειδὴ ἐθεάσαντο, καὶ κατέμαθον αὐτοῦ ἀκριβῶς τὴν εὐλάβειαν, τὴν σοφίαν, τὸν ζῆλον τῆς πίστεως, πᾶσαν ἀπηρτισμένην ἐν αὐτῷ τὴν ἱερεῖ πρέπουσαν ἀρετὴν, τότε αὐτὸν πρὸς ἑαυτὸν ἐκάλεσεν ὁ Θεός.

Ἐγίνετο δὲ τοῦτο καὶ διὰ φειδῶ τῆς πόλεως τῆς ἡμετέρας. Εἰ γὰρ ἐνταῦθα τὴν ψυχὴν ἀφῆκεν, ἀφόρητος ἔμελλεν ὁ τῆς συμφορᾶς ὄγκος ἔσεσθαι. Τίς γὰρ ἂν ἠνέσχετο τὸν μακάριον ἐκεῖνον ἰδεῖν τὰς ἐσχάτας ἀναπνέοντα ἀναπνοάς; τίς ἂν ἠνέσχετο ἰδεῖν τὰ βλέφαρα ἐκεῖνα τῶν ὀφθαλμῶν καθαιρούμενα, καὶ στόμα συγκλειόμενον ἔσχατα ῥήματα ἐπισκῆπτον; τίς βλέπων ταῦτα οὐκ ἂν ἐξέστη τῷ μεγέθει τῆς συμφορᾶς; Ἵν᾽ οὖν μὴ τοῦτο γένηται, ᾠκονόμησεν ὁ Θεὸς ἐπ᾽ ἀλλοτρίας αὐτὸν ἀφεῖναι τὴν ψυχὴν, ἵν᾽ ἐν τῷ μεταξὺ χρόνῳ προμελετήσαντες τὴν συμφορὰν, ὅταν ἴδωμεν εἰσελθόντα τὸν νεκρὸν, μὴ καταπλαγῶμεν τὴν ψυχὴν, ἐνεθισθείσης τῷ θρήνῳ τῆς διανοίας· ὃ δὴ καὶ ἐγένετο. Ἐπειδὴ γὰρ τὸ ἅγιον ἐκεῖνο σῶμα ἡ πόλις ἐδέξατο, ἐπένθησε μὲν καὶ οὕτω, καὶ ἀνωλόλυξε μέγα· ἀλλὰ ταχέως κατέλυσε τὸ πένθος, ἀπό τε τῆς εἰρημένης αἰτίας, καὶ τῆς μελλούσης ῥηθήσεσθαι.