Πείσθητι οὖν, ὅτι οὗτος ὁ νεώτερος, ὁ ἐσχατογενής, ὁ ἔσχατος τῶν μαθητῶν, τὸ ἔκτρωμα παρὰ πάντας, τὸ περικάθαρμα τοῦ κόσμου παντός, πενταπλασίως τιμηθήσεται παρὰ τοῦ Κυρίου, ὡς παρὰ τοῦ Ἰωσὴφ ὁ Βενιαμίν, ὁ μὴ συμπαρὼν ἐν τῇ πράσει τοῦ ἀδελφοῦ, ὁ μὴ συγκατατιθέμενος τοῖς ἀδελφοῖς, ὁ πάντοτε παραμείνας τῷ ἑαυτοῦ πατρὶ καὶ εἰς μηδὲν λυπήσας· ὡσαύτως δὲ καὶ οὗτος οὐ κατὰ χάριν τιμηθήσεται, ἀλλὰ κατὰ τὸ ὀφείλημα, ὡς περισσότερον πάντων κεκοπιακώς, ὡς ἀεὶ παραμείνας τῷ Θεῷ καὶ Πατρί, ὡς μὴ συμπαρὼν ἐπὶ τῇ τοῦ Ἰούδα προδοσίᾳ· ἐγένετο γὰρ ἐν νόμῳ ἄμεμπτος καὶ ἐν ἀποστόλοις ἀσύγκριτος· “Τὰ ὑστερήματα γὰρ τῶν θλίψεων τοῦ Χριστοῦ ἀνταναπληρῶ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία, ἧς ἐγενόμην ἐγὼ διάκονος„, κατὰ τό· “Ὁ θέλων ἐν ὑμῖν„. Ὁρᾷς οἷα φθέγγεται, οἷα προσμαρτυρεῖ ἑαυτῷ; πῶς εἰς ὅσας θλίψεις ὑστέρησε μὴ φθάσας ὁ Χριστός, αὐτὸς ἀνεπλήρωσε λέγων· “Ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ„; θέλει εἰπεῖν· πλήρωμα Χριστὸς νόμου, πλήρωμα θλίψεων ἐγώ· ἀληθῶς ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θλίψεσιν ὑπερεχόντως, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν κόπῳ καὶ μόχθῳ, νύκτα καὶ ἡμέραν, καὶ ἅπερ αὐτὸς ἀπηριθμήσατο λέγων, χωρὶς τῶν παρεκτός. Τίς δὲ τολμᾷ εἰπεῖν;