Ὁ αὐτὸς εἴρηκε τό· “Οὐδὲν ἐμαυτῷ σύνοιδα„, καὶ γενόμενος ἄμεμπτος, ἵνα δείξῃ ἡμῖν εἶναι μέγαν τῷ μὴ συνειδέναι ἑαυτῷ τι, καὶ δεύτερον τοῦ ζητουμένου λέγων· “Ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι„· καὶ πάλιν· “Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος„· οὐκ εἶπε· δώσει μοι· κατὰ χάριν γὰρ τὸ δοῦναι, ἀλλ᾽ ὃν ἀποδώσει· τὸ γὰρ ἀποδοῦναι ὀφειλῆς ἐστιν· ὃ γὰρ κατὰ χάριν δίδοται, οὕτως λέγων· “Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι„, οὐχ ὃ ἀπεδόθη σοι. Ὁ δὲ στέφανος οὐ κατὰ χάριν, ἀλλὰ κατὰ τὴν ὀφειλὴν δίδοται τοῖς νομίμως ἀθλήσασιν. “Ἐὰν γάρ τις ἀθλῇ, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ„. Τίς τῶν ἀπελθόντων εἶπε, τίς τῶν ἐρχομένων λέξει ταῦτα· “〈Τὸν δρόμον τετέλεκα,〉 καὶ τό· 〈ἀποδώσει μοι〉„ ὥσπερ τι χρέος τὸν στέφανον, καὶ τό· ἀναπληρῶ τὰ ὑστερήματα, καὶ τό· περισσότερον πάντων ἐκοπίασα, καὶ τό· διάκονοί εἰσιν; ὕπερ ἐγώ. Οὐκ ἀδίκως οὖν σκεῦος ἐκλογῆς ὡς θεράποντα, ὡς τὸν Μωσέα. Οὐ πιστὸν ὡς Ἀβραάμ, οὐκ ἄκακον ὡς τὸν Δαυίδ, οὐκ ἄμεμπτον ἢ θεοσεβῆ ὡς τὸν Ἴωβ, ἀλλὰ σκεῦος αὐτὸν ἐκλογῆς προσηγόρευσεν· ἡ δὲ ἐκλογὴ τὸ κρεῖττον δείκνυσιν· οὐδεὶς γὰρ ἐκλεγόμενος τὸ χεῖρον ἐκλέγεται· “Ἐξελέξατο γὰρ ἡμᾶς, φησί, πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἀμώμους καὶ ἁγίους κατ᾽ ἐνώπιον αὐτοῦ„.