Τότε δὴ πολλῶν ὑποβρυχίων γινομένων, καὶ τοῦ χειμῶνος αἰρομένου, καὶ πολλῶν ναυαγούντων, ὁ μακάριος οὗτος Ῥωμανὸς παρελθὼν εἰς μέσους οὐκ ἐσκόπησεν εὐθέως, ὅπως ἑαυτὸν ἐπιδῷ τοῖς κινδύνοις, ἀλλὰ πρότερον τοὺς πεφοβημένους, τοὺς ἀναπεπτωκότας, τοὺς τὴν οἰκείαν προδόντας σωτηρίαν συνῆγε, παρεθάῤῥυνεν, ἀναμαχέσασθαι παρεσκεύαζε, τοὺς μὲν καταπεσόντας ἀνορθῶν, τοὺς δὲ ἑστῶτας ἀσφαλιζόμενος εὐχαῖς, καὶ παραινέσεσι, καὶ συμβουλαῖς, περὶ τῶν μελλόντων, περὶ τῶν παρόντων πραγμάτων πολλὰ φιλοσοφῶν, δεικνὺς τὸ πρόσκαιρον τούτων, τὸ διηνεκὲς ἐκείνων, ἀντιτιθεὶς τοῖς πόνοις τὰ ἔπαθλα, ταῖς βασάνοις τοὺς στεφάνους, ταῖς ἀλγηδόσι τὰ βραβεῖα, διδάσκων τίς μὲν ἡ παροῦσα ζωὴ, τίς δὲ ἡ μέλλουσα, καὶ πόσον ἑκατέρας τὸ μέσον, καὶ ὅτι πάντως ἀποθανεῖν ἀνάγκη· κἂν γὰρ μὴ τούτῳ τῷ τρόπῳ καταλύσωμεν τὴν ζωὴν, τῷ νόμῳ τῆς φύσεως πάντως ἀναγκαζόμενοι μικρὸν γοῦν ὕστερον τῶν σωμάτων ἀποστησόμεθα τούτων. Ταῦτα δὴ καὶ τὰ τούτοις ἐοικότα παραινῶν ἀνώρθωσε τὰς παρειμένας χεῖρας, ἐστήριξε τὰ παραλελυμένα γόνατα, τοὺς φυγάδας ἐπανήγαγε, τὴν δειλίαν ἐξέβαλε, τὴν ἀγωνίαν ἀπήλασε, θάρσος ἐνέθηκεν, ἀντὶ δειλῶν προθύμους ἐποίησεν, ἀντὶ δορκάδων καὶ ἐλάφων λέοντας ἀπειργάσατο πολλῆς πνέοντας τῆς ἰσχύος, συνεκρότησε τοῦ Χριστοῦ τὸ στρατόπεδον, τὴν αἰσχύνην τὴν παρ᾽ ἡμῖν εἰς τὰς τῶν πολεμίων μετήνεγκε κεφαλάς.