Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Ῥωμανόν

Ἰωάννης ὁ Χρυσόστομος

Το θαύμα της ομιλίας άνευ γλώσσας και η θεία παντοδυναμία

Η διατήρηση της φωνής του μάρτυρα μετά τον ακρωτηριασμό του ως απόδειξη της θείας χάριτος. Σύγκριση του παραδόξου θαύματος με την ξηρά ράβδο του Ααρών που εβλάστησε.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἀλλ᾽ ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, τὸ σόφισμα τοῦτο εἰς τὴν ἐκείνου περιέτρεψε κεφαλὴν, καὶ οὐ μόνον συμβουλῆς οὐκ ἀπεστέρησεν, ἀλλὰ καὶ πλείονος αὐτοὺς ἐποίησεν ἀπολαῦσαι παραινέσεως, καὶ πνευματικωτέρας μετασχεῖν διδασκαλίας.

Ἐπειδὴ γὰρ τοῦτο ἐκράτησε, καλεῖται λοιπὸν ἐπὶ τὴν τομὴν ὁ ἰατρὸς, καὶ δήμιος ἀντὶ ἰατροῦ γίγνεται, οὐχὶ τὸ νενοσηκὸς διορθούμενος μέλος, ἀλλὰ τὸ ὑγιαῖνον διαφθείρων· καὶ τὴν γλῶτταν ἐξελὼν, οὐκ ἴσχυσεν αὐτῇ συνεξελεῖν καὶ τὴν φωνήν· ἀλλ᾽ ἡ μὲν τῆς σαρκὸς ἐξεκόπτετο γλῶττα, ἡ δὲ τῆς χάριτος ἐφίπτατο τῷ στόματι τοῦ μακαρίου· καὶ ἡ μὲν φύσις τὸ οἰκεῖον ἠφίει μέλος, τοῦ σιδήρου τοῦτο καταναγκάζοντος, ἡ δὲ χάρις συνεκπεσεῖν αὐτῇ τὴν φωνὴν οὐκ εἴασεν· ὅθεν λοιπὸν πνευματικωτέρας ἀπήλαυον οἱ μαθηταὶ διδασκαλίας, οὐκ ἀνθρωπίνῃ φωνῇ καθάπερ τὰ πρότερα ἀκούοντες, ἀλλὰ θείᾳ τινὶ, καὶ πνευματικῇ, καὶ μείζονι τῆς φύσεως τῆς ἡμετέρας· καὶ πάντες συνέτρεχον, ἄνωθεν ἄγγελοι, κάτωθεν ἄνθρωποι, ἕκαστος χωρὶς γλώττης στόμα ἰδεῖν ἐπιθυμοῦντες, καὶ ἀκοῦσαι φθεγγομένου οὕτως. Καὶ γὰρ ἦν ὄντως θαυμαστὸν καὶ παράδοξον στόμα ἄνευ γλώττης φθεγγόμενον, πολλὴν μὲν τῷ διαβόλῳ φέρον αἰσχύνην, πολλὴν δὲ τῷ μάρτυρι δόξαν, μεγάλην δὲ τοῖς μαθηταῖς παράκλησιν καὶ ὑπομονῆς ὑπόθεσιν. Καὶ γὰρ ἔθος τῷ Θεῷ τοιοῦτον ἄνωθεν καὶ ἐξ ἀρχῆς, ἅπερ ἂν καθ᾽ ἡμῶν ὁ διάβολος ῥάψῃ, ταῦτα εἰς τὴν ἐκείνου τρέπειν κεφαλὴν, καὶ ὑπὲρ τῆς ἡμετέρας κατασκευάζειν σωτηρίας.

Σκόπει δέ· ἐξέβαλεν ἐκεῖνος τοῦ παραδείσου τὸν ἄνθρωπον, καὶ ἀνέῳξεν αὐτῷ τὸν οὐρανὸν ὁ Θεός· ἀπήλασεν αὐτὸν ἐκεῖνος τῆς ἀρχῆς τῆς ἐν τῇ γῇ, καὶ ἔδωκεν αὐτῷ τὴν βασιλείαν τῶν οὐρανῶν ὁ Θεὸς, καὶ ἐν τῷ θρόνῳ τῷ βασιλικῷ τὴν φύσιν ἐνίδρυσε τὴν ἡμετέραν. Οὕτως ἀεὶ μείζονα δίδωσιν ἀγαθὰ, ὧν ὁ διάβολος ἀποστερεῖν ἐπιχειρεῖ. Ποιεῖ δὲ τοῦτο, ἐκεῖνόν τε ὀκνηρότερον ἐν ταῖς καθ᾽ ἡμῶν κατασκευάζων ἐπιβουλαῖς, ἡμᾶς δὲ παιδεύων μηδέποτε αὐτοῦ δεδοικέναι τὰ μηχανήματα· ὃ δὴ καὶ ἐνταῦθα γέγονεν ἐπὶ τοῦ μάρτυρος. Ἧς γὰρ προσεδόκησε φωνῆς ἀποστερήσειν αὐτὸν, πολλῷ μείζονα καὶ σεμνοτέραν αὐτῷ ἐχαρίσατο ὁ Θεός. Οὐ γὰρ ἦν ἴσον μετὰ γλώττης φθέγγεσθαι, καὶ χωρὶς γλώττης· τὸ μὲν γὰρ ἀκόλουθον ἦν, καὶ κοινὸν ἅπασι, τὸ δὲ ὑπὲρ τὴν φύσιν, καὶ αὐτοῦ ἴδιον ἐγένετο μόνου. Καίτοι καὶ εἰ ἄφωνος ἔστη μετὰ τὴν τῆς γλώττης ἐκκοπὴν ὁ μάρτυς, καὶ οὕτως αὐτῷ τὰ τῶν ἀγώνων πεπλήρωτο, καὶ ὁ στέφανος ἀπήρτιστο· ἧττα γὰρ μεγίστη καὶ σαφὴς ἀπόδειξις ἦν τὸ τὴν γλῶτταν τεμεῖν. Εἰ γὰρ μὴ ἐφοβοῦ τὴν γλῶτταν, ὦ μιαρὲ καὶ παμμίαρε, τίνος ἕνεκεν αὐτὴν ἀπέτεμες; τίνος ἕνεκεν οὐκ ἀφῆκας τῶν παλαισμάτων τὴν ὑπόθεσιν, ἀλλ᾽ ἀπέκλεισας τὸ στάδιον;

Ὥσπερ ἂν εἴ τις παγκρατιάζειν μέλλων, εἶτα πληγὰς ἀφάτους λαβὼν, καὶ μὴ δυνάμενος ἀντιστῆναι λοιπὸν, κελεύσειεν ἐκκοπῆναι τοῦ ἀνταγωνιστοῦ τὰς χεῖρας, καὶ οὕτως αὐτὸν παίοι, οὐ χρεία λοιπὸν ἑτέρας ἀποδείξεως πρὸς τὸ τὴν νίκην τῷ τὰς χεῖρας ἐκκοπέντι ψηφίσασθαι· οὕτω δὴ καὶ ἐπὶ τοῦ μάρτυρος σαφεστέρα πάντων ἀπόδειξις ἡ τῆς γλώττης ἐκκοπὴ γέγονε τῆς κατὰ τοῦ διαβόλου νίκης. Εἰ γὰρ καὶ θνητὴ ἦν ἡ γλῶττα, ἀλλ᾽ ἐπειδὴ ἀθάνατα τραύματα δέδωκε τῷ διαβόλῳ, διὰ τοῦτο κατ᾽ ἐκείνης ἔπνευσεν ὅλος, ἑαυτὸν μὲν εἰς μείζονα καθιστῶν αἰσχύνην, τῷ δὲ μάρτυρι λαμπρότερον ποιῶν τὸν στέφανον.

Ὥσπερ γὰρ θαυμαστὸν χωρὶς ῥίζης δένδρον ἰδεῖν, καὶ χωρὶς πηγῆς ποταμόν· οὕτω καὶ χωρὶς γλώττης φωνήν. δʹ. Ποῦ νῦν εἰσιν οἱ τῇ τῶν σωμάτων ἀναστάσει διαπιστοῦντες; Ἰδοὺ ἡ φωνὴ καὶ ἀπέθανε καὶ ἀνέστη, καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ ταῦτα ἀμφότερα γέγονε. Καίτοι τοῦτο τῆς τῶν σωμάτων ἀναστάσεως πολλῷ μεῖζόν ἐστιν· ἐκεῖ μὲν γὰρ ἡ φύσις τῶν σωμάτων ὑπόκειται, ἡ σύνθεσις δὲ διαλέλυται μόνον· ἐνταῦθα δὲ αὐτὴ ἡ ὑπόθεσις τῆς φωνῆς ἀνῄρητο, ἀλλ᾽ ὅμως λαμπροτέρα πάλιν ἐγίγνετο. Καίτοι γε αὐλοῦ τὰς γλωττίδας ἂν ἀφέλῃς, ἄχρηστον λοιπὸν κεῖται τὸ ὄργανον· ἀλλ᾽ οὐχ οὕτως ὁ αὐλὸς ὁ πνευματικὸς, ἀλλὰ καὶ τὴν γλῶτταν ἀφαιρεθεὶς οὐ μόνον οὐκ ἦν ἄφωνος, ἀλλὰ καὶ ἐμμελέστερον καὶ μυστικώτερον ἠφίει μέλος, καὶ μετὰ πλείονος τῆς ἐκπλήξεως. Καὶ ἐπὶ κιθάρας δὲ πάλιν, ἂν τὸ πλῆκτρόν τις ἐξαρπάσῃ μόνον, ἀργὸς ὁ τεχνίτης, ἄχρηστος ἡ τέχνη, μάταιον τὸ ὄργανον γίγνεται· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ τοὐναντίον ἅπαν. Καὶ γὰρ ἦν κιθάρα τὸ στόμα, ἦν πλῆκτρον ἡ γλῶττα, τεχνίτης δὲ ἡ ψυχὴ, καὶ τέχνη ἡ ὁμολογία· ἀλλ᾽ ὅμως ἀφαιρεθέντος τοῦ πλήκτρου, τῆς γλώσσης λέγω, οὔτε ὁ τεχνίτης, οὔτε ἡ τέχνη, οὔτε τὸ ὄργανον ἄχρηστον γέγονεν, ἀλλὰ πάντα τὴν οἰκείαν δύναμιν ἐπεδείκνυτο. Τίς ταῦτα ἐποίησε; τίς ταῦτα ἐπέδειξε τὰ θαυμαστὰ καὶ παράδοξα;

Ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος, περὶ οὗ φησιν ὁ Δαυῒδ, Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν· ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Τότε μὲν οὖν ἐκ στόματος νηπίων καὶ θηλαζόντων, νῦν δὲ ἐκ στόματος ἀγλώττων· τότε φύσις ἄωρος; νῦν δὲ στόμα ἔρημον· ἁπαλὴ τότε ἡ ῥίζα ἐπὶ τῶν παίδων ἦν, ἀλλ᾽ ὁ καρπὸς ἀπηρτισμένος· ἐνταῦθα δὲ καὶ αὐτὴ ἡ ῥίζα ἀνῄρητο, καὶ ἡ τοῦ καρποῦ γένεσις οὐκ ἐκωλύετο· καρπὸς γὰρ γλώττης φωνή. Θαυμαστότερα τὰ ὕστερα τῶν προτέρων.

Καὶ γὰρ ἵνα ταῦτα μὴ ἀπιστῆται, διὰ τοῦτο ἐκεῖνα προέδραμεν, ἵνα ἐν τούτοις μὴ θορυβώμεθα, τῆς διανοίας ἡμῶν ἐν ἐκείνοις προεθισθείσης Διὰ τοῦτο, ταῦτα ἀπήντησεν, ἵνα ἐκεῖνα τὰ ἀφανῆ καὶ τὰ παλαιὰ ἀπὸ τῶν φανερῶν καὶ νεωστὶ γενομένων πιστεύηται.

Οὕτω ποτὲ καὶ ἡ ῥάβδος Ἀαρὼν ἐβλάστησεν, ὥσπερ ἐβλάστησε τὸ στόμα τοῦ μάρτυρος νῦν. Ἀλλὰ τίνος ἕνεκεν ἐβλάστησεν ἡ ῥάβδος Ἀαρὼν τότε; Ἐπειδὴ ὁ ἱερεὺς ἠτιμάζετο. Τίνος δὲ ἕνεκεν ἐβλάστησε νῦν τὸ στόμα τοῦ μάρτυρος; Ἐπειδὴ ὁ μέγας ἀρχιερεὺς ἐβλασφημεῖτο Ἰησοῦς ὁ Χριστός. Ὅρα πόση τοῦ θαύματος καὶ συγγένεια καὶ ὑπεροχή.

Καθάπερ γὰρ ἐκείνη ἡ ῥάβδος οὐχ ἡνωμένη ῥίζῃ, οὐδὲ ἕλκουσα τὰς ἀπὸ τῆς γῆς νοτίδας, ἀλλ᾽ ἔρημος τῆς χορηγίας οὖσα τῆς ἐκεῖθεν, καὶ τὴν καρπογόνον ἀπολέσασα δύναμιν, ἐξαίφνης καρπὸν ἔδειξεν· οὕτω δὴ καὶ ἐνταῦθα ἡ φωνὴ τῆς ῥίζης ἀποστερηθεῖσα, καὶ τὴν ἐκ τοῦ ὀργάνου δύναμιν οὐκ ἔχουσα, ἐν ξηρῷ καὶ ἀγόνῳ στόματι ἐξαίφνης ἐβλάστησεν. Ἐν τούτῳ μὲν ἡ συγγένεια, ἐν ἑτέρῳ δὲ ἡ ὑπεροχή· πολὺ γὰρ ἑκατέρου τοῦ καρποῦ τὸ μέσον. Ὁ μὲν γὰρ αἰσθητὸς ἦν, ὁ δὲ πνευματικὸς, καὶ τοὺς οὐρανοὺς ἀνοίγων αὐτοὺς τῷ τὴν φωνὴν ταύτην ἀποτεκόντι τότε.