Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Ῥωμανόν

Ἰωάννης ὁ Χρυσόστομος

Τελική προτροπή και δοξολογία

Προτροπή προς τους πιστούς για μίμηση της υπομονής του μάρτυρα και καταληκτήρια τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ὑπὲρ δὴ τούτων ἁπάντων συγχαίρωμεν τῷ μάρτυρι, δοξάζωμεν τὸν ταῦτα θαυματουργοῦντα Θεὸν, μιμησώμεθα τὴν ὑπομονὴν τοῦ συνδούλου, εὐχαριστήσωμεν ὑπὲρ τῆς χάριτος τῷ Δεσπότῃ, λάβωμεν ἐκ τῶν εἰρημένων ἱκανὴν ἐν τοῖς πειρασμοῖς παράκλησιν, καὶ τὴν δύναμιν τοῦ πεποιηκότος ἡμᾶς Θεοῦ καὶ τὴν κηδεμονίαν καταπλαγέντες, τὰ παρ᾽ ἑαυτῶν πάντα εἰσφέρωμεν, καὶ τὰ παρ᾽ αὐτοῦ πάντως ἕψεται. Κἂν ἄνθρωποι, κἂν δαίμονες, κἂν αὐτὸς ὁ διάβολος ἡμῖν πυκτεύῃ, πλέον οὐδὲν ἔσται τοῖς πολεμοῦσιν ἡμῖν· μόνον ἂν τὴν οἰκείαν ἐπιδειξώμεθα προθυμίαν, καὶ ὅσα παρ᾽ ἡμῶν εἰσενεχθῆναι χρὴ πάντα εἰσενέγκωμεν.

Οὕτω γὰρ τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν ἐπισπασόμεθα ἐνταῦθα, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν πολλῆς ἀπολαύσομεν δόξης καὶ σωτηρίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.