Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Στέφανον τὸν πρωτομάρτυρα
Εγκώμιο του πρωτομάρτυρα Στεφάνου
Εισαγωγικός έπαινος για τους αγώνες, το θάρρος και την πίστη του αγίου Στεφάνου, ο οποίος προβάλλεται ως διαχρονικό πρότυπο μαρτυρίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εγκώμιο του πρωτομάρτυρα Στεφάνου
Εισαγωγικός έπαινος για τους αγώνες, το θάρρος και την πίστη του αγίου Στεφάνου, ο οποίος προβάλλεται ως διαχρονικό πρότυπο μαρτυρίου.
Εἰς τὸν ἅγιον Στέφανον τὸν πρωτομάρτυρα. αʹ. Στέψωμεν ἄνθεσιν ἐγκωμίων τὸν Στέφανον, καὶ τοῖς τῶν ἐπαίνων αὐτὸν περιῤῥάνωμεν ῥόδοις· ἤδη γὰρ αὐτὸς ἑαυτὸν τοῖς τῆς πίστεως προεστεφάνωσεν ἄθλοις. Ἔκειτο μὲν γὰρ ἐν γράμμασι· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα· ἀλλ᾽ ἡ περὶ τὸ σῶμα συνάφεια τὴν δυσχέρειαν εἰσῆγε. Τούτου δὲ τοῦ νεανίου βουληθέντος μαρτυρικὰς ἀναδέξασθαι νίκας, πᾶσα ἀπελήλαται δυσχέρεια· δειλία δὲ καὶ φόβος ἀργεῖν ἐμελέτησεν.
Οὔτε γὰρ ἀρχιερέων ἐφοβήθη μανίαν, οὐχ ἱερέων ἐδειλίασε θρασύτητα, οὔτε πρεσβυτέρων αὐτὸν κατέπληξαν λόγοι, οὐ γραμματέων αὐτὸν ἀπειλὴ διετάραξεν, οὐ λόγοι συκοφαντῶν τὴν αὐτοῦ προθυμίαν ἐνέκοψαν, γενναίῳ δέ τινι φρονήματι εἰς τοὺς ὑπὲρ Χριστοῦ ἀγῶνας κατέσπευδε. Τίς τοίνυν θνητῶν ἀξίους ἐπαίνους τῷ ἀγωνιστῇ προσαγάγῃ; τίς ἀνθρώπων ἀνάλογον τῆς αὐτοῦ πολιτείας ἐγκώμιον διαπλέξει; ποία γλῶσσα τὰς τοῦ ἀριστέως ἐξειπεῖν δυνήσεται δόξας; ποῖον στόμα πρὸς ἔπαινον τῶν τοῦ Στεφάνου ἀγωνισμάτων ἀνοιγήσεται; ποῖα χείλη ἐπαρκέσει τὰς ἀνδραγαθίας εἰπεῖν τοῦ πρωτομάτυρος; Ἐπὶ τῆς γῆς γὰρ ἐπάλαιε, καὶ τὰ ἐν οὐρανοῖς περιεσκέπτετο· ἐν τῷ βίῳ παρῆν, καὶ τὰ ἐν ὑψίστοις περιώδευε· μετὰ τῶν θνητῶν διελέγετο, καὶ ἀθανάτοις συνετάττετο· ἀνθρώποις ἀπεμάχετο, καὶ συνεχόρευσεν ἀγγέλοις. Πᾶσα λοιπὸν ἡλικία τὸ βέβαιον ἐχέτω· Στέφανος γὰρ ἐπάλαισε, καὶ ὁ ἁρχέκακος ἔπεσεν.
Ἐχέτω λοιπὸν καὶ ὁ ἐν πολιᾷ ἀγωνιζόμενος τὸ βέβαιον· καὶ ὁ ἐν γήρᾳ κατορθῶν τοὺς στεφάνους λαμβάνει, καὶ ὁ νεανίας ἀθλήσας στεφανοῦται, καὶ μειράκιον παλαῖσαν κομίζεται γέρα, καὶ νήπια ἀγωνιζόμενα κομίζονται στεφάνους, καὶ γύναια παραταξάμενα στεφανοῦνται δόξῃ, καὶ παρθένοι παλαίσασαι κομίζονται νίκας. Στεφάνου τοίνυν ἀνοίξαντος τοῦ μαρτυρίου τὰς πύλας, πᾶσα λοιπὸν ἡλικία ἐπὶ τὸ μαρτύριον τρεχέτω.
Πρῶτος γὰρ Στέφανος τῷ τυράννῳ ἀντέστη, πρῶτος τὰς κατ᾽ αὐτοῦ ἀνεδέξατο νίκας, πρῶτος τῶν καλλινίκων ἐκείνων ἀπήρξατο ἀγώνων, πρῶτος διὰ Χριστὸν τὰ τοῦ Χριστοῦ ἀνεδέξατο πάθη· ὑπέδειξε θνητοῖς, πῶς παίζεται θάνατος· ἔδειξεν ἀνθρώποις, πῶς νέκρωσις γέλως ἔσται· ἐγνώρισε τοῖς ἐν τῷ βίῳ τὰς οὐρανίους ἀνόδους. Στέφανος γὰρ πλήρης χάριτος καὶ δυνάμεως ἐποίει σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ. Εἰς μείζονα προκοπὴν τὸν Στέφανον ἡ τοῦ Πνεύματος προεβίβαζε χάρις· τὸ γὰρ ἄμετρον τῆς αὐτοῦ πίστεως παρηγγυᾶτο τὸ βέβαιον. Διάκονος γὰρ ταγεὶς, μάρτυς ἀνεδείχθη· εἰς χηρῶν κατασταθεὶς χρείαν, εἰς θαυμάτων προέκοψε χάριν· τραπεζῶν ἐτάγη διάκονος, καὶ τεραστίων ἀνεδείχθη ἐργάτης. Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως. Ἐχέτω, φησὶν, ἐν προσηγορίᾳ τὸν τῆς νίκης στέφανον ὁ Στέφανος· Στέφανος, ὁ ἀμελέτητον πόλεμον γνωρίσας τῷ βίῳ, ὁ ἀδίδακτον μάχην ἐμφανίσας τῷ κόσμῳ. Οὐκ εἶχεν ἐν ἔθει τοῦτο ἡ φύσις, καὶ Στέφανος κατὰ ἀσωμάτου στρατιᾶς παρετάξατο μόνος. Πίστις γὰρ αὐτῷ τοὺς ἀγῶνας κατώρθου· ἐλπὶς μετὰ τέλος προετρέπετο παλαίειν. Στέφανος πλήρης πίστεως καὶ δυνάμεως. Στέφανος, ὁ αἰχμάλωτον τὸν ἀρχέκακον δείξας, ὁ προαιρέσει γενναίᾳ κατ᾽ αὐτοῦ τρόπαια ἐγείρας, ὁ δαίμονας παρασκευάσας θρηνεῖν, καὶ ἀνθρώπους χορεύειν· Στέφανος ὁ πρῶτος τῶν μαρτύρων τροπαιοῦχος, ὁ στρατηγὸς τῶν διὰ Χριστὸν ἀγωνιζομένων.
Ὃς γὰρ ἂν διὰ Χριστὸν ἄρξηται παλαίειν, Στέφανον εὑρίσκει διδάσκαλον· ὅστις μαρτυρικῶν ἐφάψεται ἀγώνων, Στέφανον μιμεῖται. Στέφανος τὸ ἀκροθίνιον τῶν διὰ Χριστὸν ἀγωνιζομένων, ἡ κρηπὶς τῶν δι᾽ αὐτὸν ἀποθνησκόντων.
Στέφανος πλήρης πίστεως καὶ δυνάμεως. Πανταχόθεν περιεπέφρακτο ὁ τοῦ Χριστοῦ στρατιώτης, ἑκατέρωθεν ἐτεθωράκιστο ὁ εὐσεβὴς πολεμάρχης· Πλήρης πίστεως καὶ δυνάμεως. Ἐπήρκεσαν, φησὶ, ταῦτα πρὸς νίκην, ἐξίσχυσαν ταῦτα παρασχεῖν τὸ τρόπαιον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.