Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Στέφανον τὸν πρωτομάρτυρα

Ἰωάννης ὁ Χρυσόστομος

Ο έλεγχος των Ιουδαίων, το μαρτύριο και η κοίμηση του δικαίου

Ο αυστηρός έλεγχος του λαού για τη σκληροκαρδία του, ο λιθοβολισμός του Στεφάνου, η προσευχή του για τους διώκτες και η καταληκτήρια δοξολογία με αναφορά στον θάνατο ως ύπνο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Λέγει δὲ καὶ τὸν ὑπὸ Σολομῶντος οἶκον κτισθέντα, καὶ ὅτι ὁ Θεὸς ἐν χειροποιήτοις οὐκ αὐλίζεται τόποις. Οὕτω τοιγαροῦν διεξελθὼν τὰς τῶν πατέρων ἱστορίας, λαβὼν εἰς συνεργίαν τὸ ἅγιον Πνεῦμα, τῶν κατ᾽ αὐτῶν λοιπὸν ἀπάρχεται ὕβρεων, καί φησι· Σκληροτράχηλοι, ἀκαμπεῖς καὶ ἀδάμαστοι· ποία γὰρ ὀδύνη τὸν ὑμέτερον ἔκαμψεν αὐχένα; ποία ἀνάγκη τὸν ὑμέτερον ἔκλινε τράχηλον; οὐχὶ τετρακόσια ἔτη Φαραὼ ἐν Αἰγύπτῳ ἐδουλεύσατε; οὐχὶ ὄγδοον ὑμᾶς ἔτος ὁ Συρίας βασιλεὺς Χουσαρσὰθ εἰσεκτήσατο; οὐκ ὀκτωκαιδέκατον ἔτος ὑπὸ τὴν τῶν Μοαβιτῶν γεγόνατε βασιλείαν; οὐ πάλιν εἴκοσιν ὑπὸ τῶν Χαναναίων ἐδουλώθητε χρόνους; οὐχ ἕβδομον ἔτος αὖθις πάλιν Μαδιανίταις ὑπεκύψατε; οὐχὶ πάλιν ὀκτωκαιδέκατον ἔτος ὑπὸ Ἀμμωνιτῶν ἐκυριεύθητε; οὐχὶ τοῖς Φιλιστιεὶμ τεσσαράκοντα ὑπείξατε ἔτεσιν; οὐχὶ ἑβδομήκοντα τοῖς Βαβυλωνίοις ἐδουλεύσατε; οὐχὶ Σαλμανασὰρ ὑμᾶς εἰς τὰ ὄρη μετῴκισε Χαλδαίων; καὶ οὐδαμοῦ ἀνάγκη μεταβάλλουσα τὰς γνώμας ὑμῶν; Σκληροτράχηλοι, οὓς ὁ κόφινος οὐκ ἐδάμασεν Αἰγύπτου, οὓς οὐκ ἐμάλαξε τῶν ἀχύρων τὸ ἄχθος, οὓς οὐκ ἔκαμψε τῆς πλινθουργίας ἡ βία. Εἶτα, τούτων τῶν φωνῶν ἐπακούσαντες, Ἐκβαλόντες αὐτὸν ἔξω τῆς πόλεως ἐλιθοβόλουν. Ἔνθα τὸν βασιλέα ἐσταύρωσαν, ἐκεῖ καὶ τὸν στρατιώτην βάλλουσι λίθοις.

Καὶ ἐκβαλόντες αὐτὸν ἔξω τῆς πόλεως ἐλιθοβόλουν. Ἀλλὰ καὶ μετὰ λίθων βολὰς ὁ ἀγωνιστὴς ἀνεδέξατο νίκας, καὶ τοιαύτῃ φωνῇ πρὸς τὸν Κτίστην ἐκέχρητο· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. Κύριε Ἰησοῦ, ὁ γνώμῃ Πατρὸς ἀναδεξάμενος πάθος, ὁ βουλῇ τοῦ τεκόντος θάνατον ὑπομείνας, δέξαι τὸ πνεῦμά μου. Χώρισον λοιπὸν τοῦ σώματος τὴν ψυχὴν, τὴν ἀσώματον μετάστησον, δέξαι τὸ πνεῦμά μου ἀρεταῖς κατεστεμμένον παντοίαις, δέξαι τὸ πνεῦμά μου· Τὸν γὰρ δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· διὸ αἰτοῦμαι, δέξαι τὸ πνεῦμά μου. Ἐν ὅσῳ γὰρ περίκειμαι τὸ φθαρτὸν σῶμα, δειλιῶ· ἐν ὅσῳ φορῶ τὴν γηΐνην σάρκα, φοβοῦμαι, μὴ μετὰ πόνους ἀπολέσω τοὺς πόνους· ἰλιγγιῶ, μὴ μετὰ πάλην ἀστεφάνωτος μείνω, μὴ μετὰ τοὺς ἀγῶνας ἀπολέσω τὰ βραβεῖα. Δέξαι οὖν τὸ πνεῦμά μου. Πενθήσῃ λοιπὸν ὁ διάβολος, ὡς ἀπολέσας τὴν νίκην· θρηνήσῃ ὁ ἀρχέκακος, ὡς πρὸς θνητὸν μὴ ἐξισχύσας· ὀδυρέσθωσαν οἱ ἀσώματοι, ὅτι οἱ ἐν σώματι γελῶσι τὰ πάθη. Δέξαι τὸ πνεῦμά μου. Θεὶς δὲ τὰ γόνατα, ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ ἵνα μάθῃς, ὅτι μετὰ σπουδῆς εὔχεται, οὐχ ἁπλῶς εὔχεται, ἑστὼς καὶ κατανευόμενος, ἀλλὰ Θεὶς τὰ γόνατα, εἶπε μετὰ κατανύξεως, μετὰ πολλῆς συμπαθείας· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ ταῦτα εἰπὼν ἐκοιμήθη. Ὕπνος γὰρ τοῖς δικαίοις ὁ θάνατος, ἀνάπαυσις τοῖς σοφοῖς ἡ νέκρωσις.

Διὰ τοῦτο γὰρ ὕπνος ὁ θάνατός ἐστιν, ἵνα ὥσπερ ἐκ κάρου τινὸς ἐν τῇ ἀναστάσει διεγερθέντες, τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσωσιν· ὧν γένοιτο πάντας ἡμᾶς μεταλαβεῖν, χάριτι καὶ μεσιτείᾳ τοῦ Χριστοῦ, δι᾽ οὗ δόξα τῷ Πατρὶ ἐν Πνεύματι ἁγίῳ τῷ παρακλήτῳ, ὡς ἀπ᾽ ἀρχῆς, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.