Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Στέφανον

Ἰωάννης ὁ Χρυσόστομος

Η δράση του μάρτυρος, η αντίδραση της συναγωγής και οι παραλληλισμοί με το δεσποτικό πάθος

Αναφορά στα θαύματα και τη δημηγορία του Στεφάνου, στην αδυναμία των Ιουδαίων να αντισταθούν στη σοφία του και στη σύγκριση του μαρτυρίου του με το πάθος του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Στέφανος γὰρ, φησὶ, πλήρης χάριτος καὶ δυνάμεως, ἐποίει τέρατα καὶ σημεῖα ἐν τῷ λαῷ. Θαυμάζεται διδάσκων ὁ Κύριος, ἐπαινεῖται δημηγορῶν ὁ μάρτυς. Ἀρξάμενος γὰρ ἀπὸ τῆς κατὰ τὸν Ἀβραὰμ ὀπτασίας, καὶ διελθὼν καθεξῆς ἀκολούθως, ἐπιμέμνηται μὲν τῶν καιριωτέρων προσώπων τε καὶ πραγμάτων, εἰσάγει δὲ τὴν εἰς Χριστὸν προφητείαν, καὶ δείκνυσιν ἀεὶ τοὺς Ἰουδαίους τὸν Θεὸν παροργίζοντας. Ἀλλ᾽ ὥσπερ ἔσχεν ὁ Χριστὸς Φαρισαίους ἀντιλέγοντας, οὕτω καὶ ὁ μάρτυς τοὺς ἐκ τῆς συναγωγῆς αὐτῷ ἀντιπίπτοντας.

Ἀνέστησαν γάρ τινες, φησὶ, τῶν ἀπὸ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων, καὶ ἀπὸ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, συζητοῦντες τῷ Στεφάνῳ· καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι, ᾧ ἐλάλει.

Κατηγορεῖται περὶ τοῦ ναοῦ ὁ Δεσπότης· συκοφαντεῖται καὶ ὁ μάρτυς ἐν τούτῳ. Ὁ γὰρ ἄνθρωπος οὗτος, φησὶν, οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου, καὶ τοῦ νόμου. Ἔξω τῆς πόλεως ὁ Δεσπότης σταυροῦται· ἔξω τῆς πόλεως καὶ ὁ μάρτυς λιθάζεται.

Ἐκβάλλοντες γὰρ αὐτὸν ἔξω τῆς πόλεως ἐλιθοβόλουν. Ἰουδαῖοι σταυροῦσι τὸν Χριστὸν, Ἰουδαῖοι λιθάζουσι καὶ τὸν Στέφανον. Ἀπονέμει συγγνώμην ὁ Δεσπότης σταυρούμενος· Πάτερ γὰρ, φησὶν, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Παρακαλεῖ ὅμοια περὶ αὐτῶν καὶ ὁ μάρτυς. Θεὶς γὰρ, φησὶ, τὰ γόνατα προσηύξατο λέγων· Κύριε Ἰησοῦ Χριστὲ, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Οὐδὲ ἐν λόγοις, οὐδὲ ἐν ἔργοις ἀκολουθῶν ὁ μάρτυς τῷ Δεσπότῃ παρέλειψεν, ἀλλ᾽ ἔδειξε καὶ τὸ τῆς ψυχῆς ἀνεξίκακον, καὶ τὸ τῆς ὑπομονῆς ἀνδρεῖον· ὅθεν καὶ ταύτης τῆς θείας ὀπτασίας ἀξιοῦται. Ἀτενίσας γὰρ, φησὶν, εἰς τὸν οὐρανὸν, εἶδε δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Πατρός. Μέγα τῶν ἀγώνων τοῦτο τὸ στάδιον.