Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Στέφανον

Ἰωάννης ὁ Χρυσόστομος

Το μαρτύριο του αγίου Στεφάνου

Η σύγκρουση του πρωτομάρτυρα με τους Ιουδαίους, ο λιθοβολισμός και η θεία όραση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Εἰς τὸν ἅγιον Στέφανον, γʹ. Πολλὰ καὶ θαυμαστὰ τοῦ μακαρίου Στεφάνου τὰ τρόπαια, καὶ οὐδὲ θάνατος αὐτὸν τῆς εὐσεβοῦς παρατάξεως ἀπέσπασε. Ζῶν μὲν γὰρ πρὸς Ἰουδαίους ἐμάχετο, καὶ ἀποθανὼν δὲ κατὰ αἱρετικῶν ὁπλίζεται, ὅπλον ἔχων ἀκαταγώνιστον, τῆς Τριάδος τὴν πίστιν. Καὶ βλέπε μοι τὰς τότε τῶν ἐναντίων φάλαγγας, καὶ ἐκπλάγηθι τοῦ στρατιώτου τὴν ἀνδρείαν. Ἀλεξανδρεῖς ἔπεισι, καὶ Λιβερτίνοι ἐτόξευον, Κίλικες καὶ Ἀσιανοὶ ἐπολιόρκουν, εἰς συνέδριον ἥρπαζον, ψευδομάρτυρας ἐμισθοῦντο, νιφάδας λίθων ηὐτρέπιζον, ὡς λέοντες κατ᾽ αὐτοῦ τοῖς ὀδοῦσιν ἔβρυχον· ἀλλ᾽ ὅμως ὁ στρατιώτης σοφίᾳ καὶ πνεύματι ὁπλισάμενος ἐνίκα, τῇ μορφῇ τοὺς ὁρῶντας καταστράπτων, καὶ τοῖς λόγοις τοὺς θεομάχους ἐκνευρίζων.

Ἀλλ᾽ εἶδες τῶν σῶν πολεμίων τὰ στίφη; βλέπε μοι πάλιν καὶ τὴν ἐκ Θεοῦ συμμαχίαν· οὐρανοῦ ἁψῖδας ἀνεπέτασε, τῷ ἀθλητῇ ἐπισείων τῶν βραβείων τὰ ἔπαθλα· ἀγγελικῇ μορφῇ τὸ πρόσωπον ἐκαλλώπιζε, νιφάδας λίθων ταῖς νιφάσι τῶν λόγων ἀπεκρούετο· καὶ οἱ μὲν ἔβαλλον, οἱ δὲ ἔφερον, καὶ τὸν στέφανον ἐπεδίδουν τῷ Στεφάνῳ.