Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Στέφανον

Ἰωάννης ὁ Χρυσόστομος

Εγκώμιο του μάρτυρα και μεγαλείο του Λόγου

Η ανάδειξη του αγίου Στεφάνου ως καυχήματος της Εκκλησίας και εκτενής αναφορά στο ακατάληπτο της θείας φύσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Βλέπε τοιγαροῦν καὶ τανῦν, καὶ ὄψῃ τῶν τροπαίων τὴν συγγένειαν. Τότε ἐπὶ τῶν φωνῶν τοῦ σταυροῦ συνηγόρει, καὶ νῦν ὁ Στέφανος Ἐκκλησίας στέφανος· πρῶτος γὰρ τὰ τοῦ θανάτου ἐπάτησε κέντρα. Ἐν βασιλείοις στέφανος· ἐθαλάμευσε γὰρ αὐτὸν ἡ βασιλὶς καὶ Παρθένος· παρὰ ἄρχουσι στέφανος· τὸν γὰρ τοῦ ξενοδοχήσαντος παῖδα βασιλέως πεποίηκε πατέρα· ἐν φιλοπτωχείᾳ στέφανος· χηρῶν καὶ ὀρφανῶν πλούσιος γέγονε καὶ πιστὸς οἰκονόμος· κατὰ Ἰουδαίων στέφανος· ἐστηλίτευσε γὰρ τὴν συναγωγὴν μοιχευθεῖσαν εἰδώλοις· κατὰ αἱρετικῶν στέφανος· ἐμφράττει γὰρ τῶν θεομάχων τὰ στόματα, βοῶν, Μέγας ὁ Κύριος ἡμῶν. Μέγας· γλώττης γὰρ οὐχ ὑπόκειται μέτρῳ· μέγας· διανοίας γὰρ ὑπερβαίνει φαντασίαν· μέγας· ἴδιον γὰρ τῆς θείας φύσεως τὸ ἀπερίγραπτον· μέγας· ἐκ κόλπων γὰρ πατρικῶν ἀνάρχως ἀνέτειλε· μέγας· ὡς γὰρ Λόγος ἀπαθῶς ἐγεννήθη· μέγας· ἡ γὰρ θεία ὠδὶς τὴν οὐσίαν οὐκ ἐμέρισε· μέγας· ἐπὶ τοῦ θρόνου γὰρ κάθηται, οὐκ εἰς τὸ ὑποπόδιον ἔῤῥιπται· μέγας· οἵα γὰρ ἡ ῥίζα, τοιοῦτος καὶ ὁ κλάδος· μέγας· ὁ γὰρ ἑωρακὼς τὸν Υἱὸν, ἑώρακε τὸν Πατέρα· μέγας· οὐδὲν γὰρ ἄνισον ἐν τῇ Τριάδι· μέγας· δι᾽ ὕδατος γὰρ πολλοὺς ἀνεγέννησε· μέγας· ὁρώμενος γὰρ οὐ παλαιοῦται· μέγας· μικρὸν γὰρ Πατέρα οὐκ εἶχε. Μέγας οὖν ὁ Κύριος ὁ Υἱὸς, κἂν τοῖς γείτοσι μὴ δοκῇ.