Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Στέφανον

Ἰωάννης ὁ Χρυσόστομος

Δογματική ομολογία και δοξολογία

Διακήρυξη της παντοδυναμίας και του ομοουσίου του Υιού με τον Πατέρα και η κατακλείδα της ομιλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Παντοκράτωρ ὁ Υἱός· πάντα γὰρ δι᾽ αὐτοῦ ἐγένετο· βασιλεὺς ἄναρχος ὁ Υἱός· ὁ γὰρ βασιλεὺς ἡμῶν πρὸ αἰῶνος· ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός· Ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· φῶς ἀληθινὸν ὁ Υἱός· Ἐγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου. Τί πολλὰ λέγω; Θεὸς καὶ παντοκράτωρ, ὁ ἐκ Παρθένου σαρκωθεὶς Υἱὸς τοῦ Θεοῦ, καὶ ποιμαίνων τὴν Ἐκκλησίαν, ὡς μαρτυρεῖ ὁ προφήτης λέγων· Ἐπισκεψάσθω Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.