Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἅγιον Στέφανον

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο: Η ανάδειξη του πρωτομάρτυρος Στεφάνου

Ο άγιος Στέφανος προβάλλεται ως ο πρώτος αθλητής που εισέρχεται στο στάδιο του μαρτυρίου, αποτελώντας το κατεξοχήν υπόδειγμα για τους μεταγενέστερους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Εἰς τὸν ἅγιον Στέφανον αʹ. Σεμνύνει μὲν τοὺς εὐδοκίμους ἀθλητὰς τῶν διηνυσμένων αὐτοῖς ἀγώνων ἡ μνήμη· κοσμείτω δέ γε αὐτοὺς καὶ ὁ ἡμέτερος λόγος, καθ᾽ ὅσον οἷόν τε, διὰ τῆς εἰς αὐτοὺς εὐφημίας ἀνακηρύττων τὰ ἐκείνων κατορθώματα· ἀρκοῦσα γὰρ παίδευσις τῶν ἡμετέρων τρόπων τῆς ἐκείνων ἀρετῆς ἡ ὑπόμνησις. Ἀρχὴν τοίνυν ποιήσωμεν εἰς τοὺς Δεσποτικοὺς ἀθλητὰς ἐγκωμίων τὸν πρῶτον ἀνοίξαντα τὸ τῆς εὐσεβείας στάδιον, καὶ πρῶτον καταρξάμενον τῶν ἀθλητικῶν γυμνασίων. Ἤλειψεν αὐτὸν ἡ χάρις τοῦ Πνεύματος, ἐπαιδοτρίβησε δὲ πρὸς τὰ παλαίσματα ὁ ἀγωνοθέτης ὁ οὐράνιος, οὐ σώματι πυκτεύοντα, οὐδὲ τὰς χεῖρας εἰς ἅμιλλαν προβαλλόμενον, ἀλλὰ τὴν γλῶτταν ἀκονῶν κατὰ τῶν ταῖς χερσὶ πολεμούντων. Ἴδωμεν τοίνυν τὸν ἀθλητὴν, ὅπως ἐν ἅπασι μιμητὴς ἀνεφάνη τοῦ Δεσπότου· τοὺς γὰρ αὐτοὺς εἶχεν ἀνταγωνιστὰς καὶ κατ᾽ ἐκείνου θρασυνομένους· ἀλλ᾽ ὅμως οὐκ ἐνέπλησεν αὐτοῖς τὴν ὠμότητα τὸ σωτήριον πάθος, ἀλλ᾽ ἔτι διψῶσιν αἵματος οἱ πρώην Δεσποτικὸν αἷμα ἐκχέαντες, καὶ φρονοῦσιν ὁμοίως κατὰ τῶν δούλων οἱ τὸν Δεσποτικὸν ἐργασάμενοι φόνον. Προβαλλώμεθα τοίνυν τῷ λόγῳ τὸν δόκιμον ἀθλητήν.

Καὶ γὰρ ἐν τοῖς ἔξωθεν ἀγῶσιν ἡνίκα ἂν οἱ στεφανῖται κρίνωνται, εἰώθασι τοὺς ἐξειλεγμένους καὶ προκρίτους εἰσάγειν εἰς τὰ παλαίσματα, ἵνα τὸν κατὰ τὴν ῥώμην ἐφάμιλλον ὁ εὐδόκιμος ἀναῤῥηθῇ στεφανίτης. Ἐνταῦθα δὲ λέγε, Ὁ πρῶτος προμαχὼν, τῆς εὐσεβείας ὁ πύργος ὁ ἀκαταγώνιστος (ταῦτα γὰρ προσειπὼν πάντα τις αὐτὸν οὐκ ἂν ἁμάρτοι) παιδευτὴς ἐγένετο τῶν μετ᾽ αὐτὸν ἀγωνισαμένων διὰ τῶν οἰκείων πόνων, καὶ πρῶτος ἁρπάσας τοὺς στεφάνους, εὐχειρώτους ἔδειξε καὶ τοῖς ἑξῆς τοὺς πολεμοῦντας, τοῦ σώματος μόνον καταστοχαζομένους, τὴν δὲ ψυχὴν ἄτρωτον καταλιμπάνοντας· Μὴ φοβηθῆτε γὰρ, φησὶν, ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι.