Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἀπόστολον Παῦλον

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο στην εορτή του Αποστόλου Παύλου

Εισαγωγή στο εγκώμιο του Αποστόλου, του οποίου η μνήμη προβάλλεται ως πνευματική εστίαση και καύχημα των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

[Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου] ἐγκώμιον εἰς τὸν ἅγιον Παῦλον τὸν ἀπόστολον. Ἁλιεῖς ἡμᾶς χθὲς οἰκείοις ἀνεπτέρωσαν ἄθλοις· γενναῖοι τρεῖς τῆς οἰκουμένης σαγηνευταὶ ἀπέπεμψαν οἴκαδε φορτώσαντες ἡμᾶς τῶν θαυμάτων τὸν θησαυρόν.

Σήμερον σκηνορ<ρ>άφος τῶν ἁλιέων ἐφάμιλλος τοῖς οἰκείοις ἀγαθοῖς ἡμᾶς ἑστιᾷ ἀφθόνως καὶ δαψιλῶς ἅπαντα πρὸς τροφὴν χορηγῶν. Παύλου τοίνυν ἡ μνήμη, τῶν ἑορταζόντων τρυφή· Παύλου μνήμη, τῶν πιστῶν τὸ καύχημα·

Παύλου μνήμη, τῶν Ἰουδαίων αἰσχύνη· Παύλου μνήμη, Χριστιανῶν ἐγκαλλώπισμα. Εἰς μέγα πέλαγος ἡμῖν τοῦ λόγου τὸ σκάφος καθέλκει, καὶ παντάχοθεν ὁρῶ κύματα κατορθωμάτων κυρτούμενα· ἀλλ’ ἄμμι, παρακαλῶ, τῆς ὑμετέρας ἀκοῆς πανταχοῦ τὸ γαληνὸν καὶ εὐλίμενον ἀπαντάτω, ὥστε μηδαμοῦ τὸν λόγον ναυάγιον ὑποστῆναι.