Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἀπόστολον Παῦλον

Ἰωάννης ὁ Χρυσόστομος

Η ιεραποστολική δράση και η οικουμενική διάδοση του Ευαγγελίου

Επισκόπηση της ιεραποστολικής πορείας σε διάφορες πόλεις, με έμφαση στο κήρυγμα του Αρείου Πάγου και την παγκόσμια εξάπλωση του μηνύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Ἦλθεν εἰς τὴν Ἀντιόχου πόλιν, καὶ τοσοῦτον ἐν αὐτῇ πιστῶν πλῆθος πεποίηκεν, ὅσ<οι> τὴν τῶν Χριστιανῶν προσηγορίαν ἤκουσαν ἔμπροσθεν τότε πρῶτον ἀνθῆσαι. Ἦλθεν εἰς τὴν εἰδωλομανοῦσαν Ἔφεσον, καὶ τῶν ἀγαλματοποιῶν τὴν τέχνην ἄρδην ἀπεσκεύασεν. Συνέλθοντες γὰρ οἱ τοὺς θεοὺς πλάττοντες ἐθρήνουν καὶ ἐδυσχέραινον, ὡς μάταιον αὐτοῖς τὴν ἐπιστήμην Παύλου πεποιηκότος. Οἱ Μάγοι καὶ οἱ τὰ περίεργα πράττοντες συμφορήσαντες τὰς ἑαυτῶν βίβλους δημοσίᾳ κατέκαιον, τὴν γοητείαν ἐκ τῆς αὐτοῦ διδασκαλίας μισήσαντες.

Ἦλθεν εἰς Κόρινθον, καὶ πανδημὶ τὴν πόλιν τῆς φάρυγγος ἐξαρπάσας τοῦ διαβόλου προσήγαγεν τῷ Χριστῷ τῶν φληνάφων φιλοσόφων τάς τε θ<εω>ρίας ἐλέγξας. Κατέπλευσεν εἰς Κύπρον, καὶ τὸν ἀνθύπατον ἄρχοντα τῆς νήσου πανοικὶ τοῖς λόγοις δοῦλον ἐποίησεν τοῦ Χριστοῦ.

Ἔδραμεν εἰς Ἀθήνας, καὶ ὥσπερ λέων ἀλωπέκων φατρίαν τοὺς φιλοσόφους συνέχεεν· τὸν τῶν εἰδώλων βωμὸν σύμμαχον εἰς εὐσέβειαν διδάσκαλον παραλαβὼν καὶ τὴν ὑπόθεσιν τῆς πλάνης ὁδηγὸν ἐποίησεν τῆς ἀληθείας, καὶ τῷ οἰκείῳ ξίφει τὸν διάβολον ἔτρωσεν. Εἵλκετο γὰρ ὑπὸ Ἀθηναίων εἰς Ἄρειον πάγον εὐθύνας διδό<ναι> [σων] τῶν αὐτοῦ λεγομένων. «Ξενίζοντα» γάρ φησιν «φέρεις εἰς τὰς ἀκοὰς ἡμῶν.» Παρελθὼν δὲ μετὰ θάρσους καὶ δεήσας οὐδὲν ὁ σκηνορ<ρ>άφος τοὺς ἐν φρονήματι σοφίας ἐξογκουμένους, ὁ ἰδιώτης ἐν λόγῳ τοὺς ἐν λόγοις βεβιωκότας· «Ἄνδρες Ἀθηναῖοι,» φησίν, «κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ.» Ἀπελέγχων αὐτούς, εὐθὺς ἤρξατο τῶν προοιμίων (τοσοῦτον αὐτὸς κατεπλάγη τὸ πλῆθος <θεῶν>)· «Κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς <θε>ωρῶ. Πολύ» φησιν «ὑμῶν τὸ περὶ τὴν πλάνην θερμόν· πολλὴν τὴν περὶ τὰ εἴδωλα τῆς πλάνης θεραπείαν ὁρῶ, πολὺν τῶν δαιμόνων τὸν φόβον ὑμῶν περικείμενον.» Τίς ἡ ἀπόδειξις; «Διερχόμενος γάρ» φησιν «καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο·

Ἀγνώστῳ θεῷ. Τοσαύτη» φησὶν «ὑμῶν ἡ πλάνη, ὡς καὶ θεοὺς ἀγνοεῖν ὁμολογεῖτε <οὓς> θεοὺς προσκυνεῖτε.» Ὢ τῆς ἀπάτης τοῦ διαβόλου. Ὢ τῆς τοῦ Παύλου σοφίας. Ἀφ’ ὧν εἰς τὴν ἀκροτάτην αὐτοὺς συνήλασεν ἐκεῖνος ἀσέβειαν, ἀπὸ τούτων εἰς εὐσέβειαν οὗτος ἀνάγει. Ὡς γὰρ ἐν τάξει θεῶν τὰ πάντ’ ἐτετίμητο, οὐρανός, ἥλιος, ἀστέρας, σελήνην, πῦρ, ὕδωρ, ἀήρ, βοσκήματα πάντα, τὰ ξύλα καὶ λίθοι καὶ τὰ δένδρα τὰ κάλλιστα· καὶ τοῖς αὐτοῖς πρὸς δειλίαν τε εἶχαν, καὶ πάλιν προσεκύνουν· ἤδη δὲ καὶ πορνεία καὶ μέθη καὶ κλοπὴ καὶ φόνος εἰς Ἄρεα[ν] καὶ Ἑρμῆν καὶ Διόνυσσον καὶ Ἀφροδίτην μετακληθέντες ἐθεραπεύοντο. Καὶ λοιπὸν οὐδὲν εἰς προσκύνησιν ἦν. Ἐκ περιουσίας ὁ διάβολος παίζων εἰς τοὺς σοφοὺς Ἀθηναίους καὶ τῆς τυραννίδος αὐτοῦ τὸ κράτος ἐπιδεικνύμενος, οὗ θεὸν οὐκ εἶχεν εἰπεῖν, ἐπέγραψεν· Ἀγνώστῳ θεῷ. «Εἴ τις ἕτερος», φησίν, «μετὰ τοὺς θρησκευομένους μυρίους, <εἴ> τις ἡμᾶς λανθάνων θεός ἐστιν, καὶ οὗτος ἐν τοῖς τιμωμένοις.» Ταύτην οὖν τὴν ἀφορμὴν λαβὼν ὁ πνευματικὸς ἡμῶν ῥήτωρ τὴν οἰκείαν παρεισάγει διδασκαλίαν, ἐκ τῶν τοῦ διαβόλου γραμμάτων πιστούμενος τὴν ἀλήθειαν· «Βωμὸν ἀνεστήσατε θεῷ», φησίν, «ᾧ οὐκ ἴστε· ἐδηλώσατε διὰ τῆς ἐπιγραφῆς ὡς ἔστιν θεὸς ἕτερος ἀγνοούμενος. <Τ>οῦτον τοίνυν [αὐτὸν] ἥκω κηρύττων ἐγώ. Ὃν γὰρ ἀγνοοῦντες», φησίν, «σέβεσθε, τοῦτον ἐγὼ ὑμῖν καταγγέλλω.» Τίς τοίνυν ἐστὶν οὗτος; «

Θεός», φησίν, «ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ.» Ὢ παραδόξων θαυμάτων. Βωμὸν τοῦ διαβόλου συνήγορον ἐποίησεν τοῦ Χριστοῦ· τὸ τῆς πλάνης ἐπίγραμμα ὑπὲρ τῆς ἀληθείας ἐφθέγγετο. Ἡ στήλη τῆς ἀπάτης ἐστηλίτευσεν τὴν ἀπάτην. Ἐπειδὴ τὰ τῶν προφητῶν Ἀθηναίοις ἦν δυσπαράδεκτα, ὁ βωμὸς καὶ τὰ γράμματα τῶν δαιμόνων ἐκύρωσεν τὴν εὐσέβειαν.

Εἱστήκει θρηνῶν ὁ διάβολος, ὁρῶν αὐτοῦ τὰ σοφίσματα ὑπὲρ Χριστοῦ ῥητορεύοντα· ἐπένθει βλέπων αὐτοῦ τὸν ἀριστέα Παῦλον κατ’ αὐτοῦ στρατηγοῦντα καὶ τοῖς οἰκείοις αὐτὸν ὅπλοις αἱροῦντα. Καὶ τὰ μὲν ἐν Ἀθήναις τοιαῦτα, τῆς τούτου δὲ σπουδῆς ἔργον καὶ ἐν Μακεδόνων καὶ Φρυγῶν καὶ Γαλατῶν ἐκκλησίαι. Ἀπὸ γὰρ τῆς ἑῴας ὁ δρομεὺς τῆς ἀληθείας ἀρξάμενος εἰς τὴν ἑσπέραν κατέλαβεν. Ἄκουε γὰρ λέγοντος αὐτοῦ· «Ὥστε με ἀπὸ Ἰερουσαλὴμ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι [με] τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.» Ὢ δρόμου σωτηρίου τοῦ κόσμου· ὢ σπουδῆς φάρμακα ζωῆς κατὰ τῆς οἰκουμένης σπειρούσης.

Παῦλος, οὐράνιος πηγὴ τοὺς πιστοὺς τῆς οἰκουμένης ἀρδεύουσα, φωστὴρ λαμπρότατος τῶν ἀνθρώπων καταυγάζων τὰς διανοίας. Παῦλος, τῆς πλάνης ἀφανιστής, φυτουργὸς ἀληθείας, εὐσεβείας τροφεύς, πίστεως ἔρεισμα καὶ οἰκοδόμος ψυχῶν, ἐκκλησιῶν ἀρχιτέκτων.