Σοὶ τὴν κρίσιν ἐπιτρέπομεν. Κούφη δὲ καὶ εὐμαρὴς ἡ χάρις· διὰ τῶν πραγμάτων πιστώθητι. Ἐγὼ μὲν γὰρ οἶδα σαφῶς· καὶ πρὸ τοῦ τέλους οὐκ ἀποφαίνομαι, διὰ σέ. Ὅρα πῶς καὶ τοὺς οἰκέτας ἐπαίδευσεν εὐθέως, καὶ ἐδίδαξεν, ὅτι φιλόθεός τίς ἐστιν. Καὶ οὐχ ἁπλῶς, Μεθ᾽ ἡμῶν, φησὶ, ποίησον, ἀλλὰ, Μετὰ τῶν παίδων σου· καὶ ἀρχόμενος οὕτως ἔλεγε· Πείρασον τοὺς παῖδάς σου. Οὐ παρῃτοῦντο τὰς ἀνθρωπίνας τιμὰς, ἔνθα τὴν εὐσέβειαν οὐδὲν ἔβλαπτεν, ἐπιδείξασθαι· ἐπεὶ καὶ Παῦλος αὐτὸ ποιεῖ. Ἀπολογίας ἀρχόμενος, ἐξ ἐγκωμίων τοῦ δικάζοντος ἄρχεται οὕτω λέγων· Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ· καὶ πολιτικοῖς κέχρηται πράγμασι. Καὶ προφητεύων δὲ ὁ Νάθαν προσκυνεῖ τὸν Δαυῒδ, καὶ ὁ Ἰακὼβ τὸν Φαραὼ, καὶ ὁ Ἀβραὰμ τοὺς συνοίκους. Καὶ οὗτος αὐτὸς, Εἰς τὸν αἰῶνα, φησὶ, ζῆθι. Ὅρα ῥῆμα κολακείας γέμον. Ἀλλ᾽ οὐκ ἂν εἴποιμι τοῦτο κολακείαν, ἀλλὰ σύνεσιν καὶ σοφίαν. Οὕτω καὶ Παῦλός φησι· Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Οὕτω καὶ ὁ Χριστὸς ἐδίδασκεν· Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Τί οὖν; τὰ σπέρματα μιαρὰ οὐκ ἦν; Οὐδαμῶς, οὐδὲ τὸ ὕδωρ. Καὶ τοῦτο διετέλεσαν ἔτη τρία ποιοῦντες. Καὶ μετὰ τὸ τέλος, φησὶ, τῶν ἡμερῶν, ὧν εἶπεν ὁ βασιλεὺς, εἰσαγαγεῖν αὐτοὺς, εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος πρὸς Ναβουχοδονόσορ.