Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Δανιὴλ προφήτην

Ἰωάννης ὁ Χρυσόστομος

Εσχατολογικές προφητείες, η προστασία του λαού και η ανάπαυση του προφήτη

Σχολιασμός των κεφαλαίων έντεκα και δώδεκα, αναλύοντας τον ρόλο του αρχαγγέλου Μιχαήλ, τον χρόνο της μεγάλης θλίψεως, τη συντέλεια και την τελική ανάπαυση των δικαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 11 από 12

ΚΕΦΑΛ. ΙΑʹ. Καὶ ἐγένετο ἐν ἔτει πρώτῳ Κύρου, ἐγὼ ἔστην εἰς κράτος καὶ ἰσχύν. Καὶ νῦν ἀναγγελῶ σοι ἀλήθειαν. Καὶ τότε, φησὶ, σώσας ἐγώ εἰμι. Ἵνα γὰρ μὴ λέγῃ τις· Τί οὖν πολεμεῖς; τί οὖν, ἂν μὴ νικήσῃς; Οὐχὶ, φησί. Καὶ τότε ἐγὼ αὐτῶν προέστην. Καὶ οὐκ ἔστι γὰρ, φησὶ, εἷς ἀντεχόμενός μοι περὶ τούτων, ἀλλ᾽ ἢ Μιχαὴλ ὁ ἄρχων αὐτῶν. Ταῦτα λέγει ἵνα πείσῃ αὐτὸν, ὅτι οὐ πολέμιός ἐστιν αὐτῷ καὶ ἐχθρὸς, καὶ ὅτι πράγματα αἰτεῖ κεκωλυμένα. Οὐχ ὅτι βοηθῶν δεῖται. Πῶς γάρ; Δείκνυται ὅτι οὗτος οὐκ ἦν τῶν ἀρχόντων. Εἶτα λέγει πάντα μετὰ ἀκριβείας, καὶ λέγει πόθεν αἱ ἧτται. Εἶτα λέγει τὴν σωτηρίαν τοῦ λαοῦ αὐτοῦ ἐν τοῖς ἑξῆς καὶ τὸ δόκιμον.

ΚΕΦΑΛ. ΙΒʹ. Ἐν τῷ συντελεσθῆναι διασκορπισμὸν χειρὸς λαοῦ ἡγιασμένου, γνώσονται ἅγιον, καὶ συντελεσθήσεται ταῦτα πάντα. Καὶ ἐγὼ ἤκουσα, καὶ οὐ συνῆκα, καὶ εἶπον· Κύριε, τί τὰ ἔσχατα τούτων; Καὶ εἶπε· Δεῦρο, Δανιὴλ, ὅτι καὶ ἐμπεφραγμένοι οἱ λόγοι ἕως καιροῦ πέρατος. Ἕως ἐκλεγῶσιν, καὶ ἐκλευκανθῶσιν, καὶ πυρωθῶσι πολλοὶ, καὶ ἀνομήσωσιν ἄνομοι, καὶ οὐ συνήσωσι πάντες ἀσεβεῖς, καὶ οἱ νοήμονες συνήσωσιν. Καὶ ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ, καὶ δοθῆναι βδέλυγμα ἐρημώσεως, ἡμέραι χίλιαι διακόσιαι ἐννενήκοντα. Μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριακονταπέντε.

Καὶ σὺ δεῦρο, καὶ ἀναπαύου· ἔτι γὰρ ἡμέραι εἰς ἀναπλήρωσιν συντελείας· καὶ ἀναπαύσεις τὸν καιρόν σου εἰς συντέλειαν ἡμερῶν. Καὶ σὺ, φησὶ, κάθισον· μετὰ γὰρ χρόνον πολὺν ταῦτά ἐστιν. Ἄρα οὐ περὶ τῆς ἀνόδου θρηνεῖ, ἀλλὰ μετὰ τὸ ἀνελθεῖν περὶ τῶν ἀνελθόντων.