Πέντε εἶδεν ὕλας, χρυσὸν, ἄργυρον, χαλκὸν, σίδηρον, ὄστρακον. Εἶτα εἰκὼν πᾶσα ὁ χρόνος ἐστὶ, καὶ ἡ ἀκολουθία τοῦ χρόνου. Καὶ καλῶς εἶπεν, Εἰκών. Εἰκόνι γὰρ ἔοικε τὰ ἡμέτερα, εἰκόνι ἀψύχῳ. Καὶ καλῶς εἰκὼν ἀπὸ χρυσοῦ. Καθάπερ γὰρ ὁ χρυσὸς, κἂν λαμπρὸς ᾖ, ἀπὸ γῆς ἐστιν, οὕτω καὶ ἡ φύσις ἡ ἡμετέρα, καὶ τὰ πράγματα. Καὶ ὅρα ὅτι κόνις γίνεται, ὅπερ ἦν πρὸ τούτου. Καίτοι τοῦτο λίθος οὐκ ἂν ἐργάσαιτο. Συντρίψαι μὲν δύναται λίθος, οὐσίαν δὲ μεταβαλεῖν οὐ δύναται. Ἀλλὰ τοῦτο γέγονεν. Εἶδες τὸ μυστήριον τῆς ἀναστάσεως. Καὶ γὰρ τῶν σωμάτων ἡμῖν πρότερον στοιχειωθέντων, καὶ πρὸς τὴν ἀρχαίαν ἐπανελθόντων φύσιν, τὴν γῆν λέγω, τότε ἡ φθορὰ ἐπεισέρχεται. Ταῦτα δὲ πάντα ὁ λίθος ποιεῖ. Ὥστε ὅταν ἴδῃς τὴν εἰκόνα ἐκ διαφόρων συγκειμένην ὑλῶν, καὶ τὴν μὲν κεφαλὴν αὐτῆς λαμπρὰν, τὸ δὲ στῆθος φαυλότερον, καὶ τὴν γαστέρα ἀτιμοτέραν, καὶ τὰς κνήμας εὐτελεστέρας, τὴν διαφορὰν ταύτην περὶ τὴν ὄψιν νόμιζε. Μιᾶς γὰρ οὐσίας τὰ πάντα· καὶ μαρτυρεῖ τὸ τέλος, εἰς κόνιν ἅπαντα διαλύον. Οὐ μικρὰ αὕτη φιλοσοφία. Ἐννόησον γὰρ τὴν φιλοσοφίαν ταύτην καὶ ἀπὸ τῶν παρόντων πραγμάτων, ἀπὸ τοῦ κρατοῦντος καταγαγὼν τὸν βασιλεύοντα, τὸν ὕπαρχον, τὸν μετ᾽ ἐκεῖνον, τὸν χαλκὸν, τοὺς μετὰ ταῦτα ὀστρακίνους, σιδηροῦς. Ἀλλ᾽ ἐὰν εἰς τὴν σορὸν ἔλθῃς, κἂν μυριάκις κἀκεῖ βιάζωνται λάρνακα χρυσῆν κατασκευάζοντες, ὄψει τὴν φύσιν αὐτήν.