Οὐδὲ γὰρ φόνος τὸ πρᾶγμα λοιπὸν ἦν, ἀλλὰ καὶ οὕτω τὸ μέτρον τοῦ νόμου τότε ὑπερβαίνειν ἔμελλεν. Ἐκεῖνος μὲν γὰρ ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ ἐξορύττειν ἐκέλευεν· οὗτος δὲ εἰ καὶ ἔσφαξεν, ἀντὶ τριῶν φόνων ἕνα εἰργάζετο, τριῶν φόνων οὐδεμίαν εὔλογον ἐχόντων πρόφασιν. Ἀλλ᾽ ὅμως οὐδὲν τούτων ἐπεχείρησεν, ἀλλ᾽ ᾑρεῖτο φυγεῖν μᾶλλον, καὶ τῆς πατρῴας οἰκίας ἐκπεσεῖν, καὶ πλανήτης εἶναι, καὶ δραπετεύειν, καὶ ταλαιπωρούμενος τὴν ἀναγκαίαν πορίζειν τροφὴν, ἢ τῷ βασιλεῖ γενέσθαι σφαγῆς αἴτιος. Οὐ γὰρ ὅπως ἑαυτὸν ἐκδικήσειεν, ἀλλ᾽ ὅπως ἐκεῖνον ἀπαλλάξειε τοῦ πάθους ἐσκόπει. Διὰ τοῦτο τῶν ὀφθαλμῶν ἑαυτὸν ὑπεξήγαγε τοῦ ἐχθροῦ, ὥστε ὑποσῦραι τὸν ὄγκον, καὶ καταστεῖλαι τὴν φλεγμονὴν, καὶ παραμυθήσασθαι τὴν βασκανίαν. Βέλτιον ἐμὲ, φησὶν, ταλαιπωρεῖσθαι καὶ μυρία πάσχειν δεινὰ, ἢ τοῦτον ἀδίκου σφαγῆς παρὰ τῷ Θεῷ κρίνεσθαι. Ταῦτα μὴ μόνον ἀκούωμεν, ἀλλὰ καὶ μιμώμεθα, καὶ πάντα ὑπομένωμεν καὶ ποιεῖν καὶ πάσχειν, ὥστε ἀπαλλάξαι τοὺς ἐχθροὺς τῆς πρὸς ἡμᾶς ἀπεχθείας· καὶ μὴ τοῦτο ζητῶμεν, εἰ δικαίως, ἢ ἀδίκως πρὸς ἡμᾶς ἀπεχθάνονται, ἀλλ᾽ ἐκεῖνο μόνον, ὅπως μηκέτι καθ᾽ ἡμῶν ἐχθραίνοιεν. Καὶ γὰρ ὁ ἰατρὸς τοῦτο σκοπεῖ, ὅπως ἀπαλλάξειε τοῦ νοσήματος τὸν κάμνοντα, οὐκ εἰ δικαίως, ἢ ἀδίκως τὴν ἀῤῥωστίαν ἑαυτῷ ἐπεσπάσατο.