Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Δαυὶδ καὶ τὸν Σαούλ

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Β': Η απολογία του Δαβίδ, η επίδειξη του μανδύα και ο μεταγενέστερος θρήνος

Η ρητορική τακτική της απολογίας του Δαβίδ, η χρήση του αποκομμένου ενδύματος ως τεκμηρίου της αγαθής προαίρεσής του και η θλίψη του για τον μετέπειτα θάνατο του Σαούλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 8

Ἀκούσωμεν δὲ καὶ τῆς ἀπολογίας αὐτῆς· Ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ, λεγόντων, Ἰδοὺ Δαυῒδ ζητεῖ τὴν ψυχήν σου; Καὶ μὴν ἀνωτέρω τούτων ὁ συγγραφεὺς εἶπεν, ὅτι πᾶς ὁ λαὸς ἦν μετ᾽ αὐτοῦ, καὶ ἤρεσκεν ἐν ὀφθαλμοῖς τῶν δούλων τοῦ βασιλέως, καὶ ὁ τοῦ κρατοῦντος υἱὸς καὶ τὸ στρατόπεδον ἅπαν μετ᾽ αὐτοῦ ταῖς γνώμαις εἱστήκεσαν. Πῶς οὖν ἐνταῦθά φησιν, ὅτι ἦσαν οἱ ἐνδιαβάλλοντες καὶ συκοφαντοῦντες, καὶ τὸν Σαοὺλ παροξύνοντες; Ὅτι γὰρ οὐ παρ᾽ ἑτέρων ἀναπεισθεὶς, ἀλλ᾽ αὐτὸς οἴκοθεν τὴν πονηρίαν ταύτην τεκὼν ἐπολέμει τῷ δικαίῳ, καὶ τοῦτο ἐδήλωσεν ὁ τὸ βιβλίον γράψας, εἰπὼν ὅτι ἐκ τῆς εὐφημίας ὁ φθόνος ἐτίκτετο, καὶ προϊὼν ηὔξετο καθ᾽ ἑκάστην ἡμέραν. Τίνος οὖν ἕνεκεν ἐφ᾽ ἑτέρους μεθίστησι τὴν αἰτίαν, λέγων· Ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ σου λεγόντων· Ἰδοὺ Δαυῒδ ζητεῖ τὴν ψυχήν σου; Διδοὺς ἐξουσίαν αὐτῷ ἀποκρούσασθαι τὴν πονηρίαν. Τοῦτο γοῦν καὶ πατέρες πολλάκις ποιοῦσιν ἐπὶ υἱῶν· καὶ λαβών τις ἐκείνων τὸν ἑαυτοῦ υἱὸν διεφθαρμένον, καὶ πολλὰ εἰργασμένον κακὰ, κἂν πεπεικὼς τύχοι ἑαυτὸν, ὅτι οἴκοθεν καὶ παρ᾽ ἑαυτοῦ πρὸς τὴν πονηρίαν ἐξώκειλεν, ὅμως ἐφ᾽ ἕτερον μετάγει τὰ ἐγκλήματα πολλάκις, οὑτωσὶ λέγων, Οἶδα ὅτι οὐ σὸν γέγονε τὸ ἁμάρτημα· ἕτεροί σε διέφθειραν καὶ ἠπάτησαν· ἐκείνων ἅπαν ἐστὶ τὸ πλημμέλημα.

Ὁ γὰρ ταῦτα ἀκούων δυνήσεται μικρὸν ἀπὸ τῆς κακίας διαβλέψας εὐκολώτερον πρὸς ἀρετὴν ἐπανελθεῖν, αἰσχυνόμενος καὶ ἐρυθριῶν ἀνάξιος τῆς περὶ αὐτοῦ δόξης φανῆναι. Τοῦτο καὶ Παῦλος ἐποίησε τοῖς Γαλάταις γράφων. Μετὰ τοὺς πολλοὺς γοῦν καὶ μακροὺς ἐκείνους λόγους καὶ τὰς ἀφάτους κατηγορίας, ἃς αὐτῶν κατηγόρησε, πρὸς τῷ τέλει τῆς ἐπιστολῆς, βουλόμενος αὐτῶν ἀποσκευάσασθαι τὴν κατηγορίαν, ἵνα μικρὸν ἀναπνεύσαντες ἐκ τῶν ἐγκλημάτων δυνηθῶσιν εἰς ἀπολογίαν ἐλθεῖν, οὕτω πώς φησιν· Ἐγὼ πέποιθα εἰς ὑμᾶς, ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς, βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ. Οὕτω καὶ ὁ Δαυῒδ ἐποίησεν ἐνταῦθα. Τὸ γὰρ εἰπεῖν, Ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λέγοντος· Ἰδοὺ Δαυῒδ ζητεῖ τὴν ψυχήν σου, ἔδειξεν ἑτέρους ὄντας τοὺς παροξύνοντας, ἑτέρους τοὺς διαφθείροντας· παντὶ τρόπῳ σπουδάζων ἀπολογίαν αὐτῷ παρασχεῖν τῶν ἐγκλημάτων. Εἶτα ὑπὲρ τῶν καθ᾽ ἑαυτὸν ἀπολογούμενός φησι· Καὶ ἰδοὺ ἑωράκασιν οἱ ὀφθαλμοί σου σήμερον, ὡς παρέδωκέ σε Κύριος εἰς τὰς χεῖράς μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε· καὶ ἐφεισάμην σου, καὶ εἶπον· Οὐκ ἐποίσω τὴν χεῖρά μου ἐπὶ τὸν κύριόν μου, ὅτι χριστὸς Κυρίου ἐστίν.

Ἐκεῖνοι μὲν οὖν διὰ ῥημάτων διαβάλλουσι, φησίν· ἐγὼ δὲ διὰ πραγμάτων ἀπολογοῦμαι, καὶ δι᾽ ἔργων ἀποσκευάζομαι τὴν κατηγορίαν. Οὐ χρεία μοι λόγων, αὐτῆς τῶν πραγμάτων τῆς ἐκβάσεως παντὸς λόγου σαφέστερον δυναμένης διδάξαι, τίνες μὲν ἐκεῖνοι, τίς δὲ ἐγώ· καὶ ὡς συκοφαντία καὶ ψεῦδος ἡ κατ᾽ ἐμοῦ γενομένη διαβολή. Καὶ τούτων οὐχ ἕτερον, ἀλλ᾽ αὐτὸν σὲ καλῶ μάρτυρα τὸν εὖ παθόντα.

δʹ. Καὶ πῶς, φησὶν, ἠδύνατο μαρτυρεῖν ἐκεῖνος; Ἡνίκα γὰρ ταῦτα ἐγίνετο, ἐκάθευδε, καὶ οὔτε τῶν ῥημάτων ἤκουσεν, οὔτε τὸν Δαυῒδ εἶδε παρόντα, οὔτε τοῖς στρατιώταις διαλεγόμενον. Πῶς οὖν ἀπαντησόμεθα, ἵνα σαφὴς ἡ ἀπόδειξις γένηται; Εἰ γὰρ μάρτυρας παρῆγεν ἀνθρώπους τότε σὺν αὐτῷ ὄντας, ὑπώπτευσεν ἂν τὴν μαρτυρίαν ὁ Σαοὺλ, καὶ χαριζομένους τῷ δικαίῳ ταῦτα λέγειν ἐνόμιζεν. Εἰ δὲ ἀπὸ λογισμῶν καὶ εἰκότων ἐπεχείρησεν ἀπολογήσασθαι, μειζόνως ἔμελλεν ἀπιστεῖσθαι, τῆς τοῦ δικάζοντος γνώμης διεφθαρμένης.

Πῶς γὰρ ὁ μετὰ τοσαύτας εὐεργεσίας πολεμῶν τῷ μηδὲν ἠδικηκότι, ἐδύνατο πιστεῦσαι, ὅτι ὁ ἀδικηθεὶς τὸν ἀδικήσαντα λαβὼν εἰς χεῖρας, ἐφείσατο; Καὶ γὰρ, ὡς τὰ πολλὰ, οἱ πολλοὶ τῶν ἀνθρώπων ἐκ τῶν καθ᾽ ἑαυτοὺς καὶ περὶ τῶν ἄλλων τὰς ψήφους φέρουσιν· οἷον, ὁ μεθύων διηνεκῶς οὐκ ἂν ῥᾳδίως πιστεύσειεν εἶναί τινα ἄνθρωπον ἐν ἐγκρατείᾳ ζῶντα· ὁ πόρναις προσέχων, καὶ τοὺς κοσμίως βιοῦντας ἀκολάστους εἶναι νομίζει· πάλιν ὁ τὰ τῶν ἄλλων ἁρπάζων, οὐκ ἂν πεισθείη ῥᾳδίως, ὅτι εἰσὶν ἄνθρωποι καὶ τὰ ἑαυτῶν προέμενοι. Οὕτω δὴ καὶ οὗτος ἅπαξ ὑπὸ τῆς ὀργῆς ἁλοὺς, οὐκ ἂν ῥᾳδίως ἐπίστευσεν, ὅτι ἔστιν ἄνθρωπος οὕτω τοῦ πάθους περιγενόμενος, ὡς μὴ μόνον μηδὲν ἀδικεῖν, ἀλλὰ καὶ τὸν ἀδικοῦντα σώζειν. Ἐπεὶ οὖν καὶ ἡ γνώμη τοῦ δικάζοντος διέφθαρτο, καὶ μάρτυρες, εἰ παρήχθησαν, δι᾽ ὑποψίας ἔμελλον εἶναι, ᾠκονομήθη ἀπόδειξίν τινα γενέσθαι δυναμένην καὶ τοὺς σφόδρα ἀναισχυντοῦντας ἐπιστομίσαι. Ποίαν δὴ ταύτην; Τὸ πτερύγιον τῆς διπλοΐδος, ὃ καὶ προβαλλόμενος ἔλεγεν· Ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος ἐν τῇ χειρί μου, ὃ ἐγὼ ἀφεῖλον, καὶ οὐκ ἀπέκτεινά σε. Ἄφωνος ὁ μάρτυς, ἀλλὰ τῶν φωνὴν ἐχόντων σαφέστερος.

Οὐ γὰρ ἂν εἰ μὴ πλησίον ἐγενόμην, φησὶ, καὶ τοῦ σώματος ἐγγὺς εἰστήκειν τοῦ σοῦ, τὸ μέρος ἂν ἔκοψα τοῦ ἱματίου. Ὁρᾷς ὅσον ἀγαθὸν ἐγένετο ἐκ τοῦ κινηθῆναι παρὰ τὴν ἀρχὴν τὸν Δαυΐδ; Εἰ μὴ γὰρ ἐκινήθη πρὸς τὴν ὀργὴν, οὐκ ἂν οὔτε τὴν φιλοσοφίαν ἐμάθομεν τοῦ ἀνδρὸς (οὐδὲ γὰρ ἀπὸ φιλοσοφίας, ἀλλ᾽ ἐξ ἀναισθησίας μᾶλλον ἔδοξεν ἂν πολλοῖς ἡ φειδὼ γενέσθαι), οὐδ᾽ ἂν ἐξέκοψε τὴν διπλοΐδα· μὴ ἐκκόψας δὲ, οὐδαμόθεν ἑτέρωθεν εἶχε πιστώσασθαι τὸν ἐχθρόν.

Νυνὶ δὲ κινηθεὶς καὶ τεμὼν, ἀναμφισβήτητον ἀπόδειξιν τῆς αὑτοῦ προνοίας παρέσχετο. Ἐπεὶ οὖν οὕτως ἀληθῆ καὶ ἀνύποπτον μαρτυρίαν παρήγαγεν, αὐτὸν λοιπὸν τὸν ἐχθρὸν καὶ δικαστὴν καὶ μάρτυρα καλεῖ τῆς οἰκείας κηδεμονίας, οὑτωσὶ λέγων· Γνῶθι καὶ ἴδε σήμερον, ὅτι οὐκ ἔστιν ἐν τῇ χειρί μου κακία, οὐδὲ ἀθέτησις· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου, τοῦ λαβεῖν αὐτήν. Ἐντεῦθεν μάλιστα ἄν τις αὐτὸν θαυμάσειε τῆς μεγαλοψυχίας, ὅτι ἀπὸ τῶν κατ᾽ ἐκείνην τὴν ἡμέραν συμβάντων τὴν ἀπολογίαν ποιεῖται μόνον. Τοῦτο γὰρ ᾐνίξατο εἰπών· Γνῶθι καὶ ἴδε σήμερον. Οὐδὲν λέγω τῶν παρελθόντων, φησίν· ἀρκεῖ μοι πρὸς ἀπόδειξιν ἡ παροῦσα ἡμέρα.

Καίτοι γε πολλὰς καὶ μεγάλας ἔμπροσθεν εὐεργεσίας γεγενημένας εἶχεν ἀριθμεῖν, εἴπερ ἠβούλετο· καὶ γὰρ τῆς πρὸς τὸν βάρβαρον μονομαχίας αὐτὸν ἀναμνῆσαι ἐδύνατο, καὶ εἰπεῖν, ὅτι Τοῦ βαρβαρικοῦ πολέμου, καθάπερ κατακλυσμοῦ τινος, ἅπασαν μέλλοντος παρασύρειν τὴν πόλιν, κατεπτηχότων ὑμῶν καὶ δεδοικότων, καὶ καθ᾽ ἑκάστην ἡμέραν ἀποθανεῖσθαι προσδοκώντων, ἐγὼ παρελθὼν, οὐδενὸς ἀναγκάσαντος, ἀλλὰ καὶ σοῦ κωλύοντος καὶ κατέχοντος καὶ λέγοντος, Οὐ δυνήσῃ πορευθῆναι, ὅτι παιδάριον εἶ, αὐτὸς δὲ ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ· οὐκ ἠνεσχόμην, ἀλλὰ πρὸ τῶν ἄλλων ἁπάντων ἐπήδησα, καὶ τὸν πολέμιον ἐδεξάμην, καὶ τὴν κεφαλὴν ἀπέτεμον, καὶ ὥσπερ τινὰ χειμάῤῥου ῥύμην ἀνέστειλα τὴν ἔφοδον τῶν βαρβάρων ἐκείνων, καὶ τὴν πόλιν σειομένην ἔστησα· καὶ δι᾽ ἐμὲ σὺ μὲν τὴν βασιλείαν καὶ τὴν ψυχὴν, οἱ δὲ λοιποὶ πάντες μετὰ τῆς ψυχῆς τὴν πόλιν καὶ τὰς οἰκίας, καὶ τὰ παιδία καὶ τὰ γύναια ἔχουσι. Καὶ μετ᾽ ἐκεῖνο δὲ πάλιν τὸ τρόπαιον, ἑτέρους οὓς κατώρθωσε πολέμους εἰπεῖν εἶχεν οὐκ ἐλάττους ἐκείνου. Καὶ ὅτι καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἐπιχειρήσαντος ἀνελεῖν, καὶ τὸ δόρυ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἀφέντος, οὐκ ἐμνησικάκησε, καὶ ὅτι μετὰ ταῦτα μέλλων ἀποδιδόναι τὸν μισθὸν τῆς προτέρας μάχης, ἕδνα ἀπῄτησεν, οὐ χρυσίον καὶ ἀργύριον, ἀλλὰ σφαγὴν καὶ πανωλεθρίαν· καὶ οὐδὲ ἐνταῦθα ἀνένευσε.

Ταῦτα γὰρ πάντα, καὶ πολλῷ πλείονα τούτων καὶ μείζονα εἶχεν εἰπεῖν· ἀλλ᾽ οὐδὲν τούτων εἶπεν. Οὐ γὰρ ὀνειδίσαι αὐτῷ τὰς εὐεργεσίας ἐβούλετο, ἀλλὰ πεῖσαι μόνον, ὅτι τῶν φιλούντων αὐτὸν καὶ κηδομένων ἐστὶν, οὐχὶ τῶν ἐπιβουλευόντων καὶ πολεμούντων.

Διὰ τοῦτο πάντα ἐκεῖνα ἀφεὶς, τὸ ἐν αὐτῇ τῇ ἡμέρᾳ συμβὰν μόνον εἰς λόγον ἀπολογίας παρήγαγεν. Οὕτως ἦν ἄτυφος καὶ κενοδοξίας καθαρὸς ἁπάσης, καὶ πρὸς ἓν ἔβλεπε μόνον, τὴν τοῦ Θεοῦ ψῆφον. Εἶτά φησι· Κρίναι Κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Τοῦτο εἶπε τὸ ῥῆμα, οὐχὶ κολασθῆναι βουλόμενος τὸν ἄνδρα, οὐδὲ τιμωρίαν παρ᾽ αὐτοῦ λαβεῖν, ἀλλὰ φοβῆσαι τῇ μνήμῃ τῆς μελλούσης κρίσεως· καὶ οὐ φοβῆσαι μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν καθ᾽ ἑαυτὸν ἀπολογήσασθαι. Μάλιστα μὲν γὰρ, φησὶν, ἔχω καὶ ἀπὸ τῶν πραγμάτων ἀποδείξεις· εἰ δὲ ἀπιστεῖς, αὐτὸν καλῶ τὸν Θεὸν μάρτυρα, τὸν τὰ ἀπόῤῥητα τῆς ἑκάστου διανοίας εἰδότα, καὶ τὸ συνειδὸς ἐρευνῆσαι δυνάμενον.

εʹ. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οὐκ ἂν ἐτόλμησε καλέσαι τὸν ἀπαραλόγιστον δικαστὴν, καὶ ἐπ᾽ αὐτοῦ τὴν δίκην εἰσαγαγεῖν, εἰ μὴ σφόδρα ἦν πεπεικὼς ἑαυτὸν, ὅτι πάσης ἐπιβουλῆς ἦν καθαρός. Καὶ ὅτι οὐ στοχασμὸς τὰ εἰρημένα, ἀλλὰ καὶ ὑπὲρ τῶν καθ᾽ ἑαυτὸν ἀπολογήσασθαι βουληθεὶς, κἀκεῖνον σωφρονίσαι θέλων, τῆς δίκης ἐκείνης ἀνέμνησεν, ἱκανὰ μὲν καὶ τὰ ἤδη γεγενημένα δηλῶσαι· οὐκ ἔλαττον δὲ ἐκείνων καὶ τὰ μετὰ ταῦτα συμβάντα τοῦτο πιστώσασθαι δύναται.

Καὶ γὰρ πάλιν αὐτὸν εἰς χεῖρας λαβὼν, μετὰ τὴν σωτηρίαν ταύτην ἐπιθέμενον αὐτῷ καὶ ἀνελεῖν βουλόμενον, καὶ δυνάμενος αὐτὸν μετὰ τοῦ στρατοπέδου κατακόψαι παντὸς, ἀφῆκεν, οὐδὲν, ὧν εἰκὸς ἦν παθεῖν, πεπονθότα. Διὸ καὶ συνιδὼν ὡς ἀνήκεστα νοσεῖ, καὶ τῆς πρὸς αὐτὸν ἔχθρας οὐδαμοῦ λήξει ποτὲ, ἐξήγαγεν ἑαυτὸν τῶν ὀφθαλμῶν τῶν ἐκείνου, καὶ παρὰ τοῖς βαρβάροις ἔζη, δουλεύων, ἠτιμωμένος, αἰσχυνόμενος, ἐκ πόνου καὶ ταλαιπωρίας τὴν ἀναγκαίαν ἑαυτῷ πορίζων τροφήν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ἀλλ᾽ ὅτι καὶ πεσόντα ἀκούσας ἐπὶ τῆς παρατάξεως, διέῤῥηξέ τε τὸν χιτωνίσκον, καὶ σποδὸν κατεπάσατον καὶ θρῆνον ἐθρήνησεν, ὃν ἄν τις θρηνήσειε, παῖδα μονογενῆ καὶ γνήσιον ἀποβαλὼν, συνεχῶς αὐτοῦ τὸ ὄνομα ἀνακαλῶν μετὰ τοῦ παιδίου, καὶ ἐγκώμια συντιθεὶς, καὶ πικρὰν ἀφιεὶς φωνὴν, καὶ μέχρις ἑσπέρας ἄσιτος μένων, καὶ αὐτὰ τὰ χωρία καταρώμενος τὰ δεξάμενα τὸ αἷμα τοῦ Σαούλ· Ὄρη γὰρ, φησὶν, τὰ Γελβουὲ, μὴ πέσοι ἐφ᾽ ὑμᾶς, μήτε δρόσος, μήτε ὑετός· ὄρη θανάτου, ὅτι ἐκεῖ ἐξήρθη σκέπη δυνατῶν.

Ὅπερ πατέρες ποιοῦσι πολλάκις, καὶ τὴν οἰκίαν ἀποστρέφονται, καὶ τὸν στενωπὸν ἀηδῶς ὁρῶσι, δι᾽ οὗ τὸν υἱὸν προέπεμψαν, τοῦτο καὶ οὗτος ἐποίησε, καὶ κατηρᾶτο τοῖς ὄρεσι τοῖς τὴν σφαγὴν δεξαμένοις. Μισῶ καὶ τὸν τόπον αὐτὸν διὰ τοὺς ἐκεῖ πεσόντας νεκροὺς, φησί. Μηκέτι τοίνυν βραχῆτε τοῖς ἄνωθεν ὑετοῖς· ἐβράχητε γὰρ ἅπαξ κακῶς τῷ τῶν φίλων μου αἵματι· καὶ συνεχῶς δὲ αὐτῶν περιστρέφει τὰ ὀνόματα, οὑτωσὶ λέγων· Σαοὺλ καὶ Ἰωνάθαν, οἱ ἠγαπημένοι καὶ ὡραῖοι, οὐ κεχωρισμένοι ἐν τῇ ζωῇ αὐτῶν, καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν.

Ἐπειδὴ γὰρ τὰ σώματα μὴ παρόντα περιπτύξασθαι οὐκ εἶχε, περιπλέκεται αὐτῶν ταῖς προσηγορίαις, τὴν οἰκείαν ὀδύνην, ὡς οἷόν τε, τούτοις καταπραΰνων, καὶ τὸ τῆς συμφορᾶς παραμυθούμενος μέγεθος. Ἐπειδὴ γὰρ πολλοῖς ἐδόκει τὸ πεσεῖν ἀμφοτέρους ἐν ἡμέρᾳ μιᾷ ἀνήκεστον εἶναι κακὸν, αὐτὸ δὴ τοῦτο εἰς ὑπόθεσιν παραμυθίας ἔλαβε. Τὸ γὰρ εἰπεῖν, Ἐν τῇ ζωῇ αὐτῶν οὐ κεχωρισμένοι, καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐκ ἐχωρίσθησαν, οὐδὲν ἕτερον, ἢ τοῦτο κατασκευάζοντος ἦν. Οὐ γὰρ ἔστι, φησὶν, εἰπεῖν, ὅτι ὀρφανίαν ὁ παῖς ἐθρήνησεν, οὐδὲ ἀπαιδίαν ὁ πατὴρ ὠδύρατο, ἀλλ᾽ ὃ μηδενὶ συνέβη, συνέβη, φησὶν, ἐκείνοις· ὁμοῦ γὰρ καὶ κατὰ μίαν ἡμέραν τῆς ζωῆς ἀπεῤῥάγησαν, καὶ οὐ καταλειφθεὶς θάτερος. Ἦ γὰρ ἂν ἀβίωτον ἑαυτῷ εἶναι τὸν βίον ἐνόμισε τῇ διαστάσει θατέρου. Διεθερμάνθητε νῦν, ἐδακρύσατε, συνεχύθητε τὸν λογισμὸν, καὶ πρὸς ἄφεσιν δακρύων εὐτρεπεῖς ὑμῶν οἱ ὀφθαλμοὶ γεγένηνται; Νῦν ἕκαστος ἀναμιμνησκέσθω μοι τοῦ ἐχθροῦ καὶ τοῦ λελυπηκότος, ἔτι ζεούσης τῷ πένθει τῆς διανοίας, καὶ τοῦτον καὶ ζῶντα φυλαττέτω, καὶ ἀπελθόντα πενθείτω, μὴ πρὸς ἐπίδειξιν, ἀλλ᾽ ἀπὸ διανοίας καὶ ψυχῆς γνησίας· κἂν δέῃ τι παθεῖν, ὥστε μὴ λυπῆσαι τὸν ἠδικηκότα, πάντα ποιείτω καὶ πασχέτω, παρὰ τοῦ Θεοῦ μεγάλας ἀναμένων τὰς ἀμοιβάς.

Ἰδοὺ γοῦν οὗτος καὶ τὴν βασιλείαν ἔλαβε, καὶ τὴν χεῖρα οὐκ ἐμόλυνεν, ἀλλὰ καθαρὰν ἔχων τὴν δεξιὰν, οὕτω τὸν στέφανον ἀνεδήσατο, καὶ ἐπὶ τὸν θρόνον ἀνέβη, τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος λαμπροτέραν ἔχων εὐφημίας ὑπόθεσιν, τὸ φείσασθαι τοῦ πολεμίου, τὸ θρηνῆσαι πεσόντα. Διὰ τοῦτο οὐχὶ ζῶν μόνον, ἀλλὰ καὶ τελευτήσας μνημονεύεται.

Ὥστε εἰ βούλει καὶ σὺ καὶ ἐνταῦθα διηνεκοῦς δόξης τυχεῖν, ἄνθρωπε, κἀκεῖ τῶν ἀκινήτων ἀπολαῦσαι καλῶν, μίμησαι τὴν ἀρετὴν τοῦ δικαίου, ζήλωσον τὴν φιλοσοφίαν, ἐπίδειξαι διὰ τῶν ἔργων τὴν ἀνεξικακίαν ταύτην, ἵνα τοὺς αὐτοὺς ὑπομείνας αὐτῷ πόνους, καὶ τῶν αὐτῶν ἀξιωθῇς ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.