ὅπου καὶ ῥήματα διακεκλασμένα, καὶ ᾄσματα πορνικὰ, καὶ φωνὴ πολλὴν ἡδονὴν ἔχουσα, καὶ ὀφθαλμῶν ὑπογραφαὶ, καὶ ἐπιτρίμματα παρειᾶς, καὶ στολὴ περιεργότερον συγκειμένη, καὶ σχῆμα γοητείας γέμον πολλῆς, καὶ ἕτεραι πολλαὶ μαγγανεῖαι πρὸς ἀπάτην καὶ δέλεαρ τῶν ὁρώντων κατεσκευασμέναι, καὶ ῥᾳθυμία ψυχῆς τῶν θεωμένων, καὶ πολλὴ ἡ διάχυσις, καὶ ἡ παρὰ τοῦ τόπου πρὸς ἀσέλγειαν παράκλησις, καὶ ἡ τῶν φθασάντων, καὶ ἡ τῶν μετὰ ταῦτα ἀκουσμάτων· ἡ διὰ τῶν συρίγγων, ἡ διὰ τῶν αὐλῶν καὶ τῶν ἄλλων τῶν τοιούτων μελῳδία καταγοητεύουσα, καὶ τὸ στεῤῥὸν τῆς διανοίας καταμαλάττουσα, καὶ ταῖς τῶν πορνῶν ἐπιβουλαῖς προευτρεπίζουσα τὰς τῶν καθημένων ψυχὰς, καὶ εὐαλώτους ποιοῦσα. Εἰ γὰρ ἐνταῦθα, ὅπου ψαλμοὶ, καὶ εὐχαὶ, καὶ θείων λογίων ἀκρόασις, καὶ Θεοῦ φόβος, καὶ εὐλάβεια πολλὴ, πολλάκις, ὥσπερ τις λῃστὴς κακοῦργος, λαθοῦσα ἐπεισῆλθεν ἡ ἐπιθυμία· πῶς οἱ ἐν θεάτρῳ καθήμενοι, καὶ μηδὲν μήτε ὁρῶντες, μήτ᾽ ἀκούοντες ὑγιὲς, ἀλλὰ πολλῆς γέμοντες αἰσχρότητος, πολλῆς τῆς βλακείας, καὶ διὰ πάντων πολιορκούμενοι, καὶ δι᾽ ὤτων, καὶ δι᾽ ὀφθαλμῶν, δύναιντ᾽ ἂν ἀνώτεροι γενέσθαι τῆς πονηρᾶς ἐκείνης ἐπιθυμίας; Μὴ δυνάμενοι δὲ, πῶς δυνήσονται τῶν τῆς μοιχείας ἐγκλημάτων ἀπηλλάχθαι ποτέ;