Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἑκατόνταρχον

Ἰωάννης ὁ Χρυσόστομος

Η μεσιτεία των πρεσβυτέρων και ο έλεγχος της ασπλαχνίας των πλουσίων

Η αποστολή των Ιουδαίων πρεσβυτέρων προς τον Χριστό, η προβολή των αγαθοεργιών του εκατοντάρχου και η αυστηρή κριτική στους πλουσίους που εγκαταλείπουν τους ασθενούντας δούλους τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Συγγνώμην οὐ διδοὺς ὁμογενεῖ; μηδὲ σὺ αἴτει συγγνώμην. Διδάσκει γάρ σε τὸ εὐαγγέλιον λοιπὸν οὕτω προσεύχεσθαι· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν. Ὡς οὖν παρὰ Θεοῦ φιλανθρωπίαν ζητοῦντες, οὕτω καὶ ὑμεῖς φιλανθρωπίαν νείματε τοῖς ὁμοφύλοις. Ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ, ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων. Τί ἀκούσας; Ὅτι λόγῳ θεραπεύει, λόγῳ τεθνεῶτας ζωογονεῖ, λόγῳ δαίμονας ἀπελαύνει, λόγῳ τὰ πάντα διανύει. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον.

Οὐ βοτάνας, οὐ φάρμακα προσάγει, ἀλλὰ λόγος παρ᾽ αὐτοῦ πέμπεται, καὶ τὸ ἔργον ἐπιτελεῖ. Βλέπε πόση ἡ μεταξὺ τοῦ ἑκατοντάρχου καὶ τῶν Ἰουδαίων διαφορά. Ὁ μὲν ἀκούσας, ἐκ μόνης ψιλῆς ἀκοῆς ἐπίστευσε, καὶ πιστεύσας ὡς Θεῷ προσῆλθεν· οἱ δὲ, ἐπ᾽ ὄψει ὁρῶντες τὰ θαύματα, τὸν θαυματοποιὸν ἠρνοῦντο· καίτοι ὄψις ἀκοῆς ἐνεργεστέρα. Ἐνεργεστέρα μὲν ὄψις ἀκοῆς, ἀλλὰ κακίαν εἶχον τῆς νόσου διδάσκαλον. Διὰ τοῦτο τυφλοὶ τῇ κρίσει τὸν κριτὴν ἐξουθένουν. Ἀπέστειλε φησὶ, πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν, ὅπως ἀπελθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. Ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους, οὐ δι᾽ ὑπεροψίαν παραιτούμενος αὐτὸς ἀπελθεῖν, ἀλλ᾽ ὀκνῶν αὐτὸς ὑπὲρ ἑαυτοῦ πρεσβεύειν διὰ τὸ μέγεθος τοῦ ἀξιώματος. ᾜδει ἑαυτὸν ἄνθρωπον ἐξ ἀνθρώπου φθαρτοῦ, Ἰησοῦν δὲ Θεὸν ἐκ Θεοῦ, μονογενῆ Υἱὸν ἐξ ἀγεννήτου Πατρός.

Διὸ τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας ὑπ᾽ εὐλαβείας κινούμενος ἀποστέλλει, τὰ ἀποστολικὰ πρὸ τῶν ἀποστόλων πληρῶν· Ἀθυμεῖ τις; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσεύξωνται ὑπὲρ αὐτοῦ, καὶ ἐὰν ᾖ ἁμαρτίας πεποιηκὼς, συγχωρηθήσονται αὐτῷ. Ἀπέστειλεν οὖν τοὺς πρεσβυτέρους πρὸς αὐτὸν, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. Σὺ δὲ καὶ τὴν τοῦ ἀνδρὸς συμπάθειαν θαύμαζε· κάμνοντος γὰρ αὐτοῦ τοῦ οἰκέτου οὐ κατεφρόνει, ἀλλὰ σπουδὴν τοσαύτην ἐτίθετο, ὁπόσην ἄν τις ὑπὲρ ἑαυτοῦ πάσχων ἐπεδείκνυτο. Ταῦτα δὲ πρὸς ἀρετήν ἐστι βλέποντος ἀνδρὸς, τοσαύτην ποιήσασθαι σπουδὴν, καὶ πρεσβείαν στείλασθαι ὑπὲρ οἰκέτου θεραπείας. ᾜδει τῆς φύσεως τὸ ἰσότιμον· καὶ οὔτε κατεφρόνει ὡς ἀνδραπόδου, ἀλλὰ συνέπασχεν ὡς συνδούλῳ, εἰδὼς ὅτι κοινὸς ἁπάντων ἐστὶν ὁ Θεός. Ἀλλὰ τοιοῦτος μὲν ἦν ὁ ἑκατόνταρχος.

Πολλοὶ δὲ τῶν πλουσίων παρὰ μὲν ὑγιαινόντων ἀπαιτοῦσι τὰς ὑπηρεσίας δίχα συγγνώμης, νοσούντων δὲ οὐδεμίαν φροντίδα τίθενται· ἀλλὰ προσπεσούσης νόσου, τῆς παιδίσκης χαμαὶ ἐῤῥιμμένης, οὐ προσέχει ὁ δεσπότης, οὐκ ἐπισκέπτεται δέσποινα· κἄν ποτε δέῃ τὴν δέσποιναν παραβαλεῖν, οὐκ ἐπισκέπτεται ὡς ὁμογενῆ, ἀλλὰ βλοσυρῷ προσέχει τῷ βλέμματι, αὐστηρῷ προσδιαλέγεται ῥήματι, δι᾽ ὄγκον ὑπερηφανίας τὸ συγγενὲς ἀρνουμένη τῆς φύσεως. Καὶ ἀναγινώσκετε τὰς Γραφάς.

Οὐκ οἴδατε τί φησιν ὁ ἅγιος Δαυΐδ; Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν. Δυσωποῦ τὴν εἰκόνα, εὐλαβήθητι τὰ γεγραμμένα, ἐπίκουρος τῆς ἀσθενούσης κατάβηθι. Ὁ Σωτὴρ, Υἱὸς τοῦ Θεοῦ ὁ μονογενὴς, ἄνθρωπος ὑπὲρ ἀνθρώπων ηὐδόκησε γενέσθαι· σὺ ἄνθρωπος ὢν παραιτῇ τὸν ὁμότιμον ὡς οὐκ ἰσότιμον, παραιτῇ τὸ συμπαθὲς περὶ τὴν συγγενῆ φύσιν; Καὶ ὅτε μὲν ἄλογον ζῶον χωλεύει, ἐπιμελῇ διὰ τὴν χρείαν· ὅτε δὲ τὸ λογικὸν, τουτέστιν, ὁ σὸς οἰκέτης ἀσθενεῖ, ἀποῤῥίπτεις καὶ οὐ προνοεῖς. Περιορᾷς ὅτι λογικόν ἐστι τὸ ὑπηρετοῦν; Διὰ τοῦτο ζηλοτυποῦμεν. Πολὺ καλὸν ἄνθρωπος παρὰ Θεῷ· ἀλλὰ τίμιον ἀνὴρ ἐλεήμων.

Ἡμεῖς δὲ οὐ προσέχομεν τοῖς γεγραμμένοις, ἀλλὰ τοὺς μὲν ἔξωθεν τρέφομεν ἔσθ᾽ ὅτε τὴν παρ᾽ ἀνθρώπων δόξαν θηρώμενοι, τοὺς δὲ ἔνδον ἐῶμεν λιμῷ φθείρεσθαι, καὶ τῷ κρύει πήγνυσθαι, τὰς παρὰ τοῦ Θεοῦ ἀνταποδόσεις οὐκ ἐννοοῦντες. Ἀλλ᾽ οὐ τοιοῦτος ἦν ὁ ἑκατόνταρχος, ὁ πανταχοῦ νήφων, ὁ ὄντως κεκτημένος, τὸ κτῆμά τε καὶ ἑαυτὸν φυλάττων, ὡς Θεοῦ κτῆμα, ὁ φρονήσεως γέμων καὶ θείᾳ σωφροσύνῃ καταυγαζόμενος. Διὸ καὶ τοὺς πρεσβυτέρους πρῶτον πρὸς τὸν Ἰησοῦν ἀποστέλλει. Οἱ μὲν οὖν πολλῇ προθυμίᾳ πρεσβεύουσιν, ἱκανὰ προσβάλλουσι δυσωπήματα, καί φασιν· Ἄξιος ᾧ διδῷς τὴν χάριν, εὐγνώμων ὁ λαμβάνων τὴν δωρεὰν, ἄξιος τῆς σῆς παρουσίας.

Ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. Ἀληθῶς ἱκανὰ θεοσεβείας γνωρίσματα, ἱκανὰ συνειδήσεως ἀγαθῆς τεκμήρια. Ποῖα ταῦτα; Ἡ πρὸς τὸν Θεὸν ἀγάπη, καὶ ἡ πρὸς τὸν ἄνθρωπον γνησία διάθεσις. Ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν· δηλονότι τὸν νόμον. Πλήρωμα γὰρ νόμου ἡ ἀγάπη.

Καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησε, τὴν πρὸς τὸν Θεὸν εὔνοιαν ἐνδεικνύμενος. Θεῷ γὰρ οἶκον κατασκευάζων, οἱονεὶ περίβλεπτον στήλην τῆς πρὸς αὐτὸν ἀγάπης τὸν ναὸν τοῦτον ἀνίστα. Βλέπε πῶς αἱ καλαὶ πράξεις ἐν καιρῷ τῆς ἀνάγκης μνημονευόμεναι πολλὴν παρέχουσι τοῖς πρεσβευομένοις τὴν παῤῥησίαν· πανταχοῦ γὰρ αἱ καλαὶ πράξεις ἱκανὸν ἐδέξαντο δυσώπημα.