Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἑκατόνταρχον

Ἰωάννης ὁ Χρυσόστομος

Η ταπείνωση του εκατοντάρχου και η αναγνώριση της παντοδυναμίας του θείου Λόγου

Η συναίσθηση της αναξιότητας του εκατοντάρχου να δεχθεί τον Κύριο στην οικία του και η βαθιά πνευματική του σύνεση, ομολογώντας την εξουσία και τη θεραπευτική ισχύ του προστάγματος του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Οἱ μὲν οὖν οὕτως ἐπρέσβευον· ὁ δὲ Ἰησοῦς τὴν παράκλησιν ἐδέξατο τῶν πρεσβυτέρων, οὐκ αὐτοὺς αἰδούμενος, ἀλλὰ τὴν τοῦ ἑκατοντάρχου πίστιν ἀποδεξάμενος. Ἀναστὰς οὖν ἐπορεύετο σὺν αὐτοῖς. Τάχα που καὶ σχολαίτερον ἐβάδιζε, καὶ τὸν βαθμὸν ἤρεμον ἐποιεῖτο, οὐ βραδύνων πρὸς εὐποιίαν, ἀλλὰ καιρὸν ἐνδιδοὺς, ἵνα τὴν ἔνδον λανθάνουσαν τοῦ ἑκατοντάρχου δημοσιεύσῃ διάθεσιν, ἵνα πομπεύσῃ τὴν ἀπαράβατον πίστιν πρὸς ἔλεγχον τῶν ἀπιστούντων, ἵνα τὴν ἀκραιφνῆ καὶ ἀκίβδηλον θεατρίσῃ γνώμην. Ἤδη γὰρ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψε πρὸς αὐτὸν ὁ ἑκατόνταρχος τοὺς δούλους αὐτοῦ, λέγων, Κύριε, μὴ σκύλλου· οὐ γάρ εἰμι ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Κατὰ τὴν πρώτην αὐτοῦ τῆς ψυχῆς ὁρμὴν ἀποστέλλει τοὺς πρεσβυτέρους· ἀλλὰ καὶ τοῦτο ποιήσας, καὶ ἐφ᾽ ἑαυτῷ μένων, οὐκ ἠρεμεῖ.

Ἐν τοσούτῳ γὰρ λογισάμενος ὅσον ἐστὶ τὸ διάφορον τοῦ ἀξιώματος, ἀποστέλλει δούλους, παρακαλῶν αὐτὸν καὶ λέγων, Μὴ σκύλλου· κἀγὼ οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὢ τῆς συνέσεως καὶ νήψεως τοῦ ἑκατοντάρχου! οὐκ ἔλαθεν αὐτὸν ὁ Θεὸς ἐν ἀνθρώπῳ κρυπτόμενος· οὐκ ἔλαθεν αὐτὸν ὁ μονογενὴς Λόγος τῇ τοῦ σώματος περιβολῇ καλυπτόμενος. Ὁρᾷ τὸν ναὸν, καὶ νοεῖ τὸν οἰκήτορα. Οὐκ ἔλαθεν αὐτὸν ὁ Δεσπότης ἐν δούλου ἀξίᾳ, ὁ βασιλεὺς ἐν αἰχμαλώτου ὄψει, ὁ βραχὺς ἐν ἀπεριορίστῳ μεγέθει. Αὐτίκα γοῦν θαυμάζει Ἰησοῦς, καὶ μαρτυρεῖ αὐτῷ τὴν ἄκραν πίστιν αὐτοῦ, τὴν ἀστείαν τῆς ψυχῆς αὐτοῦ ὁρμὴν, καθ᾽ ἣν ἔλεγε τῷ Σωτῆρι· Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Οἷος ἦν καὶ Πέτρος, ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων καταπλαγεὶς, καὶ ἔννοιαν λαβὼν τοῦ μεγέθους τῆς δυνάμεως, εἶτα παρακαλῶν αὐτὸν καὶ λέγων· Ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι ἐγὼ, Κύριε. Ἀλλ᾽ ἴσως μὲν τὰ περὶ Πέτρου οὐκ ᾔδει, τὰ δὲ ἐν τῷ Λευιτικῷ ἐγνώκει. Λέπρα, φησὶν, ἐπικειμένη ἀκάθαρτον ποιεῖ τὸν ὑποπεσόντα τῇ νόσῳ. Τῇ δὲ λέπρᾳ παρεοίκασιν ἀλφοὶ καὶ λεῦκαι καὶ λειχῆνες.

Δυσδιάκριτα δὲ τοιαῦτα τὰ πάθη τοῖς πολλοῖς, καὶ μάλιστα ἐν ἀρχῇ τῆς νόσου· ὅθεν ὁ νόμος τὸν ἱερέα βούλεται τῶν τοιούτων ἐπιγνώμονα καθίστασθαι. Ἄγει τοίνυν ὁ νόμος τὸν ἱερέα εἰς τὸν τοῦ κρινομένου οἶκον· κἀκεῖ κρίνας ὡς λέπραν, πάντα τὰ ἐν τῷ οἴκῳ μεμολυσμένα ἀποφαίνει. Ὅθεν οἱ πολλοὶ προμετασκευάζουσι, καὶ τότε τὸν ἱερέα καλοῦσι. Τὴν ἐκ τούτου ἔννοιαν ὁ μακάριος ἑκατόνταρχος λαβὼν, παραιτεῖται τὴν ἄφιξιν τοῦ Σωτῆρος. Οὐκ εἰμὶ, φησὶν, ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Πολλοὶ ὑπὸ τὴν στέγην ἐκείνην· οἶδα ἐμαυτοῦ τὰ ἁμαρτήματα· παραιτοῦμαι τοίνυν τὴν ὡς κριτοῦ παρουσίαν, πρὶν ἀποκαθάρωμαι. Οἶδά σε τῶν ἱερέων ἁπάντων ἡγεμόνα, καὶ τοῦ Πατρὸς ἀρχιερέα· Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς.

Οὐρανός σοι θρόνος, καὶ ἡ γῆ ὑποπόδιον· ποῖος οἶκος χωρήσει τὸν ἀχώρητον; Οὐκ ἔχω στέγην οὐράνιον, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· οὐκ ἔχω βασιλικὰς αὐλὰς, ἵνα τὸν βασιλέα τῶν οὐρανῶν ὑποδέξωμαι. Πῶς ὑπωρόφιον δέξομαι Τὸν στεγάζοντα ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ; πῶς δὲ τὸ πενιχρόν μου καταγώγιον ὁμόσκηνον δέξεται τὸν σπιθαμῇ τὸν οὐρανὸν μετρήσαντα; ποία στέγη χωρήσει τὸν σύμπαντα τὸν οὐρανὸν καὶ τὴν γῆν χωροῦντα ὁμοῦ; Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὡς μὲν εὐεργέτου τὴν εἴσοδον ἁρπάζω, ὡς δὲ κριτοῦ τὴν παῤῥησίαν εὐλαβοῦμαι.

Ἐπίσκοπος εἶ ψυχῶν, ἐξεταστὴς νεφρῶν, ἐρευνητὴς καρδίας καὶ κριτὴς ἁμαρτιῶν. Οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Δέδοικα ἐμαυτόν· Εἰπὲ οὖν λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου. Ἆρα οὐ δοκεῖ σοι [ὁ λέγων], Εἰπὲ λόγῳ μόνον, σαφῶς εἰδέναι, ὅτι Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ πᾶσα ἡ δύναμις αὐτῶν, καὶ ὅτι πάντα Λόγῳ γινόμενα καὶ συνέχεται καὶ διοικεῖται; Ἀπὸ γὰρ θείας ἐννοίας φωτισθεὶς ὁ ἀνὴρ ἀθρόον τὸν Ἰησοῦν σώματι ἑώρα, τοῦτον Υἱὸν Θεοῦ γνωρίζων. Εἰπὲ, φησὶ, λόγῳ μόνον. Οἶδα τί προηγόρευσεν ὁ σοφὸς Σολομὼν περὶ σοῦ· Οὔτε βοτάνη, οὔτε μάλαγμα ἐθεράπευσε τὸν λαόν σου, ἀλλ᾽ ὁ λόγος ὁ σὸς, Κύριε, ὁ πάντα ἰώμενος. Εἰπὲ λόγῳ μόνον.

Οἶδα τίνος Λόγος χρηματίζεις, καὶ ὅσην κεκτημένος τὴν δύναμιν τυγχάνεις, καὶ ὅτι λόγῳ τὰ πάντα ποιῶν διετέλεσας. Οὐκ ὤδινεν ὁ Πατὴρ ἐπὶ σοὶ γεννῶν σε· οὐκ ὠδίνεις ποιῶν, οὐκ ὠδίνεις δημιουργῶν. Εἰπὲ λόγῳ μόνον. Ὁ γὰρ λόγος σου πρὸς πάντα ἀνυσιμώτατος τυγχάνει, οὐ τὸν ἀέρα πλήττων, ἀλλὰ τὴν σὴν θέλησιν δηλῶν. Εἰπὲ οὖν λόγῳ μόνον· δὸς τὸ σύνθημα εἰς πληροφορίαν τῶν ἀκουόντων. Βλέπε σύνεσιν, τὴν μὲν ἄφιξιν ὑπερθέσθαι παρακαλεῖ, τὴν δὲ γνῶσιν οὐ περιγράφει· τὴν μὲν γὰρ γνῶσιν αὐτῷ μαρτυρεῖ, τὴν δὲ ὑπόστασιν εἰς ὁδὸν παραιτεῖται. Ταύτην δὲ τὴν οὕτω σοφὴν ἔννοιαν διαδέχεται ἄλλη τις μείζων. Οὕτω γὰρ ἀπὸ δυνάμεως εἰς δύναμιν ὁ ἀνὴρ προβαίνει, καὶ πηγάζει παρ᾽ αὐτῷ ἀξιολόγων νοημάτων πλοῦτος, νεάζων ἐν ταῖς τῶν θεωρημάτων ἐπιδόσεσιν. Εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας· καὶ λέγω τούτῳ. Πορεύου, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ, Ποίησον τοῦτο, καὶ ποιεῖ. Οἶδα, φησὶν, ὅτι τῶν πάντων τὴν ἐξουσίαν περιεζωσμένος, ὡς εἷς τῶν πάντων πρὸς ἡμᾶς ἐπεδήμησας. Ἦλθες πρὸς ἡμᾶς ὡς ἡμεῖς, πάντων ἔχων τὴν ἐξουσίαν, ὡς λέγει ὁ ἅγιος Δαυΐδ· Τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. Καθεύδεις, καὶ ἡ θάλασσα διανίσταται· ἀνίστασαι, καὶ γαληνιᾷ τὰ κύματα.