Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ἑκατόνταρχον

Ἰωάννης ὁ Χρυσόστομος

Αλληγορική ερμηνεία της στρατιωτικής εξουσίας και κατακλείδα

Αλληγορική αναγωγή της υποταγής των στρατιωτών στον πνευματικό έλεγχο των παθών και των λογισμών, η οποία καταλήγει στην τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Τεθνεῶτας καλεῖς καὶ ὁ τεθνεὼς τοῦ ζῶντος ὀξύτερον ὑπακούει. Εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος. Ἐνταῦθα τὴν τῆς ψυχῆς αὐτεξούσιον ὁρμὴν κωλύειν τοῦ ἐπὶ τὰ κρείττονα παραβαίνειν δηλοῖ. Ἔχω, φησὶν, ὑπ᾽ ἐμαυτὸν στρατιώτας. Στρατιώτας τοὺς ἐν τῷ ἀνθρώπῳ ποικίλους καὶ διαφόρους ἐμφωλεύοντας λογισμοὺς καλεῖ. Οἶδε γὰρ ὁ μακάριος Παῦλος τούτους στρατιώτας ὀνομάζειν· Συνήδομαι, φησὶ, τῷ νόμῳ κατὰ τὸν ἔσω ἄνθρωπον· ὁρῶ δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας.

Εἰκότως οὖν ἔλεγεν, Ἔχω ὑπ᾽ ἐμαυτὸν στρατιώτας· οὐ κατ᾽ ἐμαυτοῦ ἔχω· καὶ λέγω τούτῳ, Πορεύου, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· οὐκ ἄρχομαι, ἀλλ᾽ ἄρχω τῶν λογισμῶν. Τάχα που ὁ ἑκατόνταρχος καὶ διὰ τοῦτο κέκληται ἑκατόνταρχος, ὡς ἄρχων καὶ αὐτοκράτωρ τῶν παθῶν, τοσαύτην ἐν τοῖς ἀλόγοις πάθεσιν ἡμῖν καρτερίαν ἐπιδεικνύμενος· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.