Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἐκκλησιαστήν

Ἰωάννης ὁ Χρυσόστομος

Η δικαιοσύνη του Θεού, οι κοινωνικές ανατροπές και η μετάνοια

Ερμηνεία των κεφαλαίων 8 έως 10, εξετάζοντας την ευθύτητα της δημιουργίας, την ακαταληψία των θείων έργων, την απρόβλεπτη ανθρώπινη μοίρα και τη στάση απέναντι στους άρχοντες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 8

Πλὴν ἴδε τοῦτο εὗρον ὃ ἐποίησεν ὁ θεὸς σὺν τὸν ἄνθρωπον εὐθῆ, καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πονηρούς. Τί ταύτης τῆς σοφίας ἴσον; Τί τῶν δογμάτων ὀρθότερον; Ἐποίησεν τὸν ἄνθρωπον εὐθῆ *** *** καὶ ὅτι οὐκ ἔστιν γινώσκων τί τὸ ἐσόμενον.

Τοσαῦτα εἰδώς, τοῦτο ἀγνοεῖν φησιν, ἀλλὰ δεῖ πιστεύειν· ἔσται γὰρ κρίσις. Παντὶ γὰρ καιρός ἐστιν πράγματι, ὥστε ἀπὸ στοχασμοῦ τοῦτο καλῶς συνίστατο. Ὅτι μὲν οὖν ἔσται κρίσις δῆλον, πότε δὲ οὐ δῆλον. Οὐκ ἀπὸ τούτου δὲ μόνον τοῦτο αὐτὸ δείκνυται, ἀλλὰ καὶ 〈ἀπὸ〉 τοῦ μὴ δυνηθῆναι κωλῦσαι θάνατον, μηδὲ ἀποστεῖλαί τινα μέλλοντα κινδυνεύειν ἐκ πολέμου δυνατὸν αὐτῷ· ἀλλὰ κακῶς μὲν ποιῆσαι ἐξουσίαν ἔχει· καὶ ὅμως, μετὰ τὸ ποιῆσαι, πάλιν κολάζονται καὶ τιμωροῦνται.

Ἔδωκα τὴν καρδίαν μου εἰς πᾶν τὸ ποίημα ὃ πεποίηται ὑπὸ τὸν ἥλιον, τὰ ὅσα ἐξουσιάσατο ὁ ἄνθρωπος ἐν ἀνθρώπῳ τοῦ κακῶσαι αὐτόν. Καὶ τότε εἶδον ἀσεβεῖς εἰς τάφους εἰσαχθέντας, καὶ ἐκ τοῦ ἁγίου, καὶ ἐπορεύθησαν καὶ ἐπῃνέθησαν ἐν τῇ πόλει, ὅτι οὕτως ἐποίησαν. Καί γε τοῦτο ματαιότης. Ὅτι οὐκ ἔστιν γιγνομένη ἀντίρρησις ἀπὸ τῶν ποιούντων τὸ πονηρόν.

Τουτέστιν, οὐ καταγιγνώσκουσιν αὐτῶν, οὐκ ἐναντιοῦνται αὐτοῖς· ἦ γὰρ ἀνεπαύσαντο; Καὶ ἀγαθὸν οὐκ ἔσται τῷ ἀσεβεῖ καὶ οὐ μακρυνεῖ ἡμέρας ἐν σκιᾷ. Ἐν ἀναπαύσει, φησίν. Ὃς οὐκ ἔστιν φοβούμενος ἀπὸ προσώπου τοῦ θεοῦ.

Ἔστιν ματαιότης, ἣ πεποίηται ἐπὶ τῆς γῆς, ὅτι εἰσὶν δίκαιοι, ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν ἀσεβῶν, καί εἰσιν ἀσεβεῖς, ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν δικαίων [πνεῦμα]· καί γε τοῦτο ματαιότης. Τουτέστιν, πολλάκις δόξαν ἔλαβεν πονηρὰν δίκαιος καὶ ἀγαθὴν ἀσεβής, ἀλλὰ καὶ τοῦτο μάτην, ὡς πεποιημένου, φησίν, οὐ πεποιημένου.

Οὐ δυνήσεται ἄνθρωπος εὑρεῖν τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον· ὅσα ἂν μοχθήσῃ ἄνθρωπος τοῦ ζητῆσαι, καὶ οὐχ εὑρήσει. Ὅτι σύμπαν τοῦτο ἔδωκα ἐν καρδίᾳ μου, ὡς οἱ δίκαιοι καὶ οἱ σοφοὶ καὶ αἱ ἐργασίαι αὐτῶν ἐν χειρὶ θεοῦ. Τουτέστιν, ὅτι οἶδεν ὅτι οὐδὲν κερδαίνει ἢ τοῦ θεοῦ τὴν πρόνοιαν καὶ τὴν οἰκονομίαν τὴν ὑπὸ τὸν ἥλιον.

Καί γε ἀγάπην καί γε μῖσος οὐκ ἔστιν εἰδὼς ἄνθρωπος· τὰ πάντα πρὸ προσώπου αὐτῶν ματαιότης. Καταγινώσκει τῶν τέως οὐδὲν εἰδότων· τούτων πάντα ψευδῆ. Συνάντημα ἓν τῷ δικαίῳ καὶ τῷ ἀσεβεῖ, τῷ ἀγαθῷ καὶ τῷ κακῷ, τῷ καθαρῷ καὶ τῷ ἀκαθάρτῳ, τῷ θυσιάζοντι καὶ τῷ μὴ θυσιάζοντι· ὡς ὁ ἀγαθός, ὣς ὁ ἁμαρτάνων· ὣς ὁ ὀμνύων, καθὼς ὁ τὸν ὅρκον φοβούμενος. Τοῦτο εἶδον πονηρὸν ἐν παντὶ τῷ πεποιημένῳ ὑπὸ τὸν ἥλιον, ὅτι συνάντημα ἓν τοῖς πᾶσιν· καί γε καρδία υἱῶν τοῦ ἀνθρώπου ἐπληρώθη πονηροῦ, καὶ περιφέρεια ἐν καρδίᾳ αὐτῶν ἐν ζωῇ αὐτῶν, καὶ ὀπίσω αὐτῶν πρὸς τοὺς νεκρούς. Ὅτι τίς ὃς κοινωνεῖ πρὸς πάντας τοὺς ζῶντας; Ἐπαίρει τὸν θάνατον καὶ φορτικὸν εἶναί φησιν καὶ πάντας ὑπευθύνους εἶναι τῷ πράγματι. Καὶ ἐπειδὴ εἶδεν καταπεφρονημένην τὴν τιμωρίαν, ἐπαίρει καὶ αὐτὴν τῷ λόγῳ· οὐδὲ γὰρ ἂν ὁ μακαρίζων πρὸ τούτου τοὺς τεθνηκότας νῦν τοὺς ζῶντας ἐμακάριζεν λέγων· Ἔστιν ἐλπὶς ὅτι ὁ κύων ὁ ζῶν ἀγαθὸς ὑπὲρ τὸν λέοντα τὸν τεθνηκότα. Τοῦτο πονηρόν, τοῦτό ἐστιν μοχθηρόν, τοῦτο κόλασις μεγάλη, τοῦτο τιμωρία χαλεπή, ὅτι πάντες ἀποθνῄσκομεν, κἂν σοφός, κἂν ὁστισδήποτε. Μὴ μέγα φρόνει ἐπ᾽ ἀρετῇ· ἀποθνῄσκεις γάρ, φησίν. Μὴ ἔχου τῆς κακίας· ἀποθνῄσκεις γάρ. Ἐπειδὴ εἶπεν ὅτι οἱ φοβούμενοι τὸν θεὸν ζήσονται, διὰ τοῦτο πάλιν λέγει πόσον καλὸν ζωή, πόσον κακὸν θάνατος. Ὅρα πάλιν πῶς πείθει μετριάζειν.

Ἐπέστρεψα καὶ εἶδον ὑπὸ τὸν ἥλιον ὅτι οὐ τοῖς κούφοις ὁ δρόμος, οὐ τοῖς δυνατοῖς ὁ πόλεμος, καί γε οὐ τῷ σοφῷ ἄρτος καὶ οὐ τοῖς συνετοῖς ὁ πλοῦτος, καί γε οὐ τοῖς γινώσκουσιν χάρις. Ὅτι καιρὸς καὶ ἀπάντημα συναντήσεται ἓν σύμπασιν αὐτοῖς. Ὅτι καί γε οὐκ ἔγνω ὁ ἄνθρωπος τὸν καιρὸν αὐτοῦ· ὡς οἱ ἰχθύες οἱ θηρευόμενοι ἐν ἀμφιβλήστρῳ κακῷ, καὶ ὡς ὄρνεα ἐν παγίδι. Ταῦτα λέγει διδάσκων μὴ τοῖς πράγμασιν θαρρεῖν, ἀλλὰ τὴν ἐλπίδα ἔχειν εἰς τὸν θεόν, μὴ τὰ πλεονεκτήματα τῆς ἀνθρωπίνης φύσεως μέγα τι νομίζειν.

Καὶ γὰρ ἀποθανοῦνται πάντες. Οὐ τοῦτο μόνον, ἀλλ᾽ ὅτι οὕτως ἀποθνῄσκουσιν, ὡς οἱ ἰχθύες οἱ θηρευόμενοι κακῶς ἐν ἀμφιβλήστρῳ· οὕτω καὶ οὗτοι οὐκ ἴσασιν τὴν τελευτήν. Καί γε τοῦτο εἶδον σοφίαν ὑπὸ τὸν ἥλιον, καὶ μεγάλη ἐστὶν πρός με· πόλις μικρὰ καὶ ἄνδρες ἐν αὐτῇ ὀλίγοι, καὶ ἔλθῃ ἐπ᾽ αὐτὴν βασιλεὺς μέγας καὶ κυκλώσῃ αὐτὴν καὶ οἰκοδομήσῃ ἐπ᾽ αὐτὴν χάρακας μεγάλους, καὶ εὕρῃ ἐν αὐτῇ ἄνδρα πένητα καὶ σοφόν, καὶ διασώσῃ αὐτὸς τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτοῦ· καὶ ἄνθρωπος οὐκ ἐμνήσθη σὺν τοῦ ἀνδρὸς τοῦ πένητος. Καὶ εἶπα· ἀγαθὴ σοφία ὑπὲρ δύναμιν· καὶ σοφία τοῦ πένητος ἐξουδενωμένη. Ὃ λέγει τοῦτ᾽ ἔστιν· μέγα πρᾶγμα οἰκτίρμονα εἶναι καὶ φιλελεήμονα καὶ τὴν διόρθωσιν τῶν πεπτωκότων καὶ κειμένων ποιούμενον, κἂν μεγάλα ᾖ τὰ δεινὰ τοῖς ἐκπεπολεμωμένοις ἐπικουρεῖν, κἂν πένητες ὦσιν, μὴ παρορᾶν.

Ἐὰν τὸ πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τὸν τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας. Τοῦτ᾽ ἔστιν μὴ ἀφῇς· μὴ καταφρονήσῃς, ἐὰν ὀργισθῇ σοι ὁ κρατῶν· τὸ γὰρ βούλεσθαι καταλλάττειν ἑαυτῷ *** Τὸν τόπον μὴ ἀφῇς· τουτέστιν, ἢ φύγε ἢ ἔκκλινον ἢ πάντα τρόπον ἀπολογίας κίνησον· τοῦτο γὰρ ἰάσεται τὰ ἁμαρτήματα.

Ἔστιν πονηρία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, ὡς ἀκούσιον ἐξῆλθεν ἀπὸ προσώπου τοῦ ἐξουσιάζοντος· ἐδόθη ὁ ἄφρων ἐν ὕψεσιν μεγάλοις, καὶ πλούσιοι ἐν ταπεινῷ καθεσθήσονται· εἶδον δούλους ἐφ᾽ ἵππους καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ τῆς γῆς. Οἱ μὲν σοφοὶ ἐταπεινώθησαν, ὑψώθησαν δὲ τοὐναντίον καὶ δοῦλοι καὶ ἄφρονες.

Ὁ ὀρύσσων βόθρον ἐμπεσεῖται εἰς αὐτόν, 〈καὶ καθαιροῦντα φραγμὸν δήξεται αὐτὸν ὄφις〉. Εἶτα ἀπὸ τῶν συμβαινόντων λέγει ὅτι πολλάκις τοῖχόν τις κατέβαλεν ἢ διώρυξεν καί, τοῦ μέλλοντος ἀδικεῖσθαι μὴ παρόντος, ὄφις αὐτὸν κατέφαγεν.

Πιστώσασθαι οὖν τὸν λόγον βούλεται, ἢ πεῖσαι ὅτι ταῦτα οὐχ ἁπλῶς γίγνεται, ἀλλὰ τοῦ θεοῦ πέμποντος τὰ θηρία. Ἐξαίρων λίθους διαπονηθήσεται ἐν αὐτοῖς. Ἐὰν πέσῃ τὸ σιδήριον, καὶ αὐτὸς πρόσωπον ἐτάραξεν, καὶ δυνάμεις δυναμώσει, καὶ περισσεία τῷ ἀνδρὶ ἐν σοφίᾳ. Ὁ ἐλέγχων πάντα πόνον ὑπομένει πολὺν καὶ πολὺν τὸν ἱδρῶτα.

Ἐὰν πέσῃ τὸ σιδήριον σχίζοντος ξύλα, κινδυνεύσει ἐπ᾽ αὐτοῖς. Τουτέστιν, οὐδὲ ἐκεῖ τι γέγονεν· ἢ τοῦτο λέγει ὅτι πολλὰς ἔχει ἀφορμὰς ὁ θεὸς τοῦ κολάζειν καὶ τιμωρεῖσθαι. Ἐὰν δάκῃ ὄφις ἐν καιρῷ θερισμοῦ, οὐκ ἔστιν περισσεία τῷ ἐπᾴδοντι. Οὐδὲν πλέον, φησίν· τότε γὰρ χαλεπὰ τὰ δήγματα. Τοῦτο οὖν φησιν, ὅτι, ἐὰν μὴ προλαβὼν μετανοήσῃς, οὐδέν σοι πλέον ἔσται, ἀλλὰ λήψῃ πληγὴν ἀπαραμύθητον, ὅταν δέῃ θερισθῆναί σου τὸ ἁμάρτημα.

Οὐκ ἔγνω ἄνθρωπος τὸ γενόμενον, καὶ τί τὸ ἐσόμενον· τί ὀπίσω αὐτοῦ, τίς ἀπαγγελεῖ αὐτῷ; [Μόχθος τῶν ἀφρόνων κακώσει αὐτόν, ὃς οὐκ ἔγνω τοῦ πορευθῆναι.] Ἴσως τε, εἰ ἦν τις ὁ 〈τὰ〉 μετὰ ταῦτα ἀπαγγέλλων αὐτῷ, ἔγνω ἂν ὅτι τὸ γενόμενον αὐτό ἐστιν τὸ μέλλον· διὰ τὸ ὀλιγοχρόνιος εἶναι, οὐκ οἶδεν τὰ πάντα. Διὰ τοῦτο παραμυθίαν οὐ μικρὰν ἡμῖν ἔδωκεν τὰς γραφὰς ὁ θεός· πλὴν οὐ πάντα λέγουσιν αἱ γραφαὶ τὰ κατὰ τὸν χρόνον τὸν ἔμπροσθεν.

Μόχθος ἄφρονος κακώσει αὐτόν, ὃς οὐκ ἔγνω πορευθῆναι εἰς πόλιν. Ἐμοὶ δοκεῖ λέγειν τοὺς κακουργοῦντας ἐν ταῖς ἐρημίαις, τοὺς μυρία τεκταινομένους. Οὐαί σοι, πόλις, ἧς ὁ βασιλεύς σου νεώτερος. Οὐχ ἁπλῶς τὸν ἀπὸ τῆς ἡλικίας λέγει· οὐ γὰρ ἂν εἶπεν· ἀγαθὸν παῖς πένης σοφὸς ὑπὲρ βασιλέα πρεσβύτην καὶ ἄφρονα οὐδαμοῦ γὰρ τὴν ἡλικίαν καθ᾽ ἑαυτὴν διαβάλλει.

Καὶ οἱ ἄρχοντές σου πρωῒ ἐσθίουσιν. Τοὺς τοιούτους 〈λέγει〉· οὐ γὰρ ἂν ἄλλως διέστειλεν ἐκεῖνον· ἐχρῆν γὰρ τὸν πρεσβύτην ἀντιδιαστεῖλαι. Μακαρία ἡ γῆ, ἧς ὁ βασιλεύς σου υἱὸς ἐλευθέρων, καὶ οἱ ἄρχοντές σου πρὸς καιρὸν φάγονται ἐν δυνάμει καὶ οὐκ αἰσχυνθήσονται. Ἐκεῖνοι γὰρ οὐκ ἐν δυνάμει οὐδὲ μετὰ προθυμίας ἐσθίουσιν, οὐκ ἀντιλέγοντες.