Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἐλεάζαρον καὶ τοὺς ἑπτὰ παῖδας

Ἰωάννης ὁ Χρυσόστομος

Η χάρις του Αγίου Πνεύματος και το κήρυγμα του Σταυρού

Ποιμαντική προτροπή για μελέτη των επιστολών του αποστόλου Παύλου, αντιπαραβολή του παλαιού νόμου με τη χάρη της Πεντηκοστής και ανάλυση της θεολογίας του Σταυρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 6

Καὶ μὴν διὰ τοῦτο αὐτοὺς κολασθῆναι ἔδει, καὶ τὴν ἐσχάτην δοῦναι δίκην, καὶ τιμωρίαν ὑποστῆναι τὴν ἀφόρητον, ὅτι τοσούτων ἀπολαύσαντες θαυμάτων, καὶ νόμον λαβόντες, οὐδαμόθεν ἐγένοντο βελτίους. Ἀλλ᾽ ὧδε μὲν αὐτοὺς οὐκ ἀπαιτεῖ δίκην, ἀλλὰ καὶ μείζονα ἐπαγγέλλεται τῶν προτέρων.

Ἔδει μὲν οὖν καὶ σήμερον ἐπαγαγεῖν τῇ διαπορήσει ταύτῃ τὴν λύσιν, ἀλλ᾽ ἐπειδὴ καὶ πρὸς ἕτερον ἡμῖν ὁ λόγος ἐπείγεται, καὶ βουλόμεθα ὑμᾶς παιδεύειν, ὥστε μὴ παρ᾽ ἡμῶν πάντα μανθάνειν, ἀλλὰ καὶ οἴκοθεν εὑρίσκειν, τοῦτο ὑμῖν καταλιμπάνω ζητῆσαι καὶ εὑρεῖν. Ἐὰν δὲ ἴδωμεν ζητήσαντας μὲν, οὐχ εὑρόντας δὲ, τότε καὶ αὐτοὶ χεῖρας ὀρέξομεν· ὥστε δὲ καὶ εὐκολωτέραν ὑμῖν γενέσθαι τὴν εὕρεσιν, καὶ τὰ χωρία τὰ ἀποστολικὰ, ἐν οἷς μάλιστά ἐστι τὸν θησαυρὸν εὑρεῖν καὶ τῆς ἐπαπορήσεως ταύτης τὴν λύσιν, ἤδη ὑμῖν προαγορεύω· ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, καὶ πρὸς Γαλάτας, καὶ πρὸς Ἑβραίους, τουτὶ τὸ κεφάλαιον θεὶς διέλυσε. Καὶ ὅσοι φιλόπονοι, δυνήσονται ἐπελθόντες τὰς ἐπιστολὰς τὴν λύσιν φωρᾶσαι ταύτην, ἐὰν τὰς μεταξὺ ταύτας ἡμέρας μὴ συλλόγοις ἀκαίροις μηδὲ ἀδολεσχίαις ἀνονήτοις ἑαυτοὺς δῶτε, ἀλλὰ τῇ μερίμνῃ τῶν εἰρημένων προσηλωμένοι, τὸν θησαυρὸν ἀνορύττητε.

Τοῦτο τέως ἄλυτον ἀφέντες, ἐπὶ τὰ ἑξῆς βαδιούμεθα. Τίνα δὲ τὰ ἑξῆς; Ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι ὑμῖν, λέγει Κύριος· διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς. Καὶ οὐ μὴ διδάξουσιν ἕκαστος τὸν πολίτην αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων· Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Εἰπὼν παλαιὰν διαθήκην, ἣν ἔδωκεν· εἰπὼν καὶ νέαν, ἣν μέλλει διδόναι, ὑπογράφει δὴ καὶ τὴν εὐμορφίαν αὐτῆς, καὶ δείκνυσιν αὐτῆς τοὺς χαρακτῆρας, καὶ τὰ παράσημα ἐπάλληλα τίθησιν, ἵνα μάθῃς πόσον τὸ διάφορον τῆς καινῆς πρὸς τὴν παλαιὰν, τὸ διάφορον, οὐ τὸ ἐναντίον· πόση ἡ ὑπεροχὴ, πόση ἡ λαμπηδὼν, πόση ἡ ἀστραπὴ τῶν δωρεῶν καὶ τῆς χάριτος.

δʹ. Τίνες οὖν οἱ χαρακτῆρες τῆς καινῆς; Διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίαις αὐτῶν ἐπιγράψω αὐτούς. Ὁ μὲν γὰρ παλαιὸς νόμος ἐν πλαξὶ λιθίναις ἐγράφη, καὶ ἐπειδὴ αἱ πρῶται συνετρίβησαν πλάκες, ἑτέρας πάλιν ἐκόλαψε, καὶ ἐκεῖ τὰ γράμματα ἐγχαράξας, κατέβαινε Μωϋσῆς, συγγενῆ τῆς ἀναισθησίας τῶν δεχομένων τὴν φύσιν τῶν δέλτων ἔχων. Ἡ δὲ καινὴ οὐχ οὕτως· οὐ γὰρ πλάκες ἐκολάφθησαν, ὅτε ἡ καινὴ διαθήκη ἐδίδοτο, ἀλλὰ πῶς καὶ τίνι τρόπῳ;

Ἄκουε τοῦ Λουκᾶ διηγουμένου· Ἦσαν πάντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτὸ, φησί· καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ φωνὴ ὡσεὶ φερομένης πνοῆς βιαίας· καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός· ἐκάθισέ τε ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν Πνεύματος ἁγίου, καὶ ἤρξαντο φθέγγεσθαι γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς. Ὁρᾷς πῶς τοῦτο ἄνωθεν ὁ προφήτης σαφῶς προανεφώνησεν, οὕτως εἰπών· Διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίαις αὐτῶν ἐπιγράψω αὐτούς. Ἡ γὰρ τοῦ Πνεύματος χάρις ἡ παρὰ τοῦ Θεοῦ δοθεῖσα ταῖς διανοίαις αὐτῶν ἐγκαθῆσθαι, στήλας αὐτοὺς ἐποίησεν ἐμψύχους. καὶ τῇ διανοίᾳ ἐπισκιάζει τῇ δόξῃ αὐτοῦ· διὸ καὶ ἔλεγεν, ὅτι ἀπεστάλη κηρύττειν, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ· καὶ πάλιν, Ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου· καὶ ἄνω καὶ κάτω τὸν σταυρὸν περιστρέφει.

Ἐπειδὴ γὰρ, φησὶν, Ἰουδαῖοι σημεῖα αἰτοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, ἡμεῖς δὲ κηρύττομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν· ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί· μωρὸν Θεοῦ καὶ ἀσθενὲς Θεοῦ τὸν σταυρὸν ὀνομάζων, οὐκ ἐπειδὴ μωρόν· τί γὰρ τούτου σοφώτερον; οὐδὲ ἐπειδὴ ἀσθενές· τί γὰρ τούτου ἰσχυρότερον; ἀλλὰ τὴν τῶν ἀπίστων ὑπόνοιαν ἀπαγγέλλων, ἣν εἶχον περὶ τοῦ πράγματος. Διὸ καὶ ἀνωτέρω ἔλεγεν· Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις δύναμις Θεοῦ ἐστιν.

Ἀλλ᾽ οὐκ ἀπὸ τῶν ἀπολλυμένων δεῖ φέρειν τῶν πραγμάτων τὰς κρίσεις· ἐπεὶ καὶ οἱ νοσοῦντες τὸ μέλι πικρὸν εἶναι νομίζουσιν, ἀλλὰ τοῦτο τῆς νόσου τὸ ἔγκλημα, οὐ τοῦ μέλιτος ἡ κατηγορία. Οὕτω δὴ καὶ ὁ σταυρὸς μωρὸν πρᾶγμα δοκεῖ τοῖς ἔξωθεν εἶναι, ἀλλ᾽ οὐκ ἔστιν. Εἶτα ἀποδεικνὺς, ὅτι οὐ μόνον οὐκ ἔστι μωρὸν, ἀλλὰ καὶ σφόδρα σοφὸν τὸ πρᾶγμα, οὐδὲ μόνον οὐκ ἀσθενὲς, ἀλλὰ καὶ σφόδρα ἰσχυρὸν, παραβάλλει τὰ ἐξ αὐτοῦ κατορθώματα καὶ τῇ κτίσει καὶ τῇ παλαιᾷ καὶ τῇ ἔξωθεν σοφίᾳ· καὶ δείκνυσιν, ὅτι ἅπερ οὔτε ἡ ἔσωθεν σοφία εὗρεν ἢ ἡ ἔξωθεν, οὔτε παρὰ τῆς κτίσεως ἔμαθον πολλοὶ τῶν ἀνθρώπων, οὔτε παρὰ τῆς παλαιᾶς ἐκέρδαναν, ταῦτα τὸ δοκοῦν εἶναι τοῦτο μωρὸν καὶ ἀσθενὲς ἴσχυσε, τὸ δοκοῦν, οὐ τὸ ὄν. Διόπερ, ἔχων τὴν ἀπὸ τῶν πραγμάτων ἀπόδειξιν, μετὰ πολλῆς ἀποδύεται τῆς παῤῥησίας, πρῶτον κατὰ τῆς ἔξω σοφίας, λέγων, Ποῦ σοφός; Τί ἐστι, Ποῦ σοφός;