Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἐλεάζαρον καὶ τοὺς ἑπτὰ παῖδας

Ἰωάννης ὁ Χρυσόστομος

Η υπεροχή της Καινής Διαθήκης και η δικαίωση μέσω της Χάριτος

Ερμηνεία της υπεροχής του Σταυρού και της πνευματικής χάριτος του βαπτίσματος έναντι της εξωχριστιανικής σοφίας και της αυστηρότητας του παλαιού Νόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 6

Ὡσανεὶ ἔλεγεν· Ποῦ τὰ τῶν φιλοσόφων; ποῦ τὰ τῶν ῥητόρων; ποῦ τὰ τῶν σοφιστῶν; ποῦ τὰ τῶν λογογράφων; Οἴχεται πάντα καὶ ἀπόλωλε καὶ ἐκποδὼν γέγονεν. Οὕτω γὰρ λαμπρὰ γέγονεν ἡ νίκη, ὡς μηδὲ φαίνεσθαι λοιπὸν τὰ ἐκείνων.

Διὰ τοῦτο τούτων οὕτως ἀφανῶν γενομένων, καὶ καθάπερ κόνεώς τινος ἀναῤῥιπισθείσης, οὕτως ἐρωτᾷ καί φησι· Ποῦ σοφός; Ἐφάνη σταυρὸς, καὶ πάντα ἐκεῖνα ἐλύθη· ἤχησε τὸ κήρυγμα, καὶ ἀράχνης εὐτελέστερον διεσπάσθη. Ποῦ σοφός; Ποῦ τῶν ῥημάτων ὁ κόμπος; ποῦ τῆς εὐγλωττίας τὸ κάλλος; ποῦ τῶν σοφισμάτων ἡ δεινότης; ποῦ τῶν λόγων ἡ ῥύμη; ποῦ ἡ γλῶττα ἡ ἠκονημένη; ποῦ οἱ σύλλογοι καὶ τὰ συνέδρια; Πάντα ἐκεῖνα παρεσύρη καὶ ἀπώλετο καὶ διεφθάρη καὶ οἴχεται καὶ νῶτα ἔδωκε. Ποῦ γραμματεύς; Ποῦ τὰ Ἰουδαίων, φησί; κἀκείνων ἐκράτησε τὸ κήρυγμα, καὶ καθάπερ ἥλιος σκιὰν ἀπέκρυψεν. Ἃ γὰρ οὐκ ἴσχυσεν ἐν τοσούτῳ χρόνῳ ὁ νόμος ἐν ἔθνει ἑνὶ, ταῦτα μετὰ πλείονος τῆς περιουσίας ὁ σταυρὸς πανταχοῦ κατώρθωσεν, ἁμαρτήματα λύσας, δικαιοσύνην χαρισάμενος, ἁγίους τοὺς ἀνθρώπους κατασκευάσας, θεογνωσίαν παιδεύσας, πρὸς τὸν οὐρανὸν χειραγωγήσας. Εἶτα πάλιν ἀφεὶς τὰ Ἰουδαϊκὰ, ἐπὶ τὰ Ἑλληνικὰ ἔρχεται· Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Τοὺς αἱρετικοὺς ἐνταῦθα αἰνίττεται καὶ συλλογιστικοὺς, οἳ πρὸ μὲν τούτων ξιφῶν ἦσαν ὀξύτεροι, ἐπειδὴ δὲ ὁ σταυρὸς ἐφάνη, πηλοῦ παντὸς ἀσθενέστερον διεκόπησαν. Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; Πάλιν πρὸς τὴν Ἑλληνικὴν ἀποδύεται.

Τί ἐστιν, Ἐμώρανεν; Μωρὰν οὖσαν ἀπέφηνεν· ἦν μὲν γάρ. Καὶ αὐτῶν καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ἀλλ᾽ ὁ μὲν προφήτης τῆς Παλαιᾶς τὴν φαιδρότητα ἡμῖν ὑπογράφει· ὁ δὲ ἀπόστολος, ἐπειδὴ πρὸς Ἰουδαίους ἐμάχετο, παράλληλα ἑκάτερα τίθησιν· ἄνω μὲν εἰπὼν, Οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ᾽ ἐν πλαξὶ καρδίας σαρκίναις· ἐνταῦθα δὲ, Οὐ γράμματος, ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.

εʹ. Ἐν σαββάτῳ συνέλεξέ τις ξύλα, καὶ ἐλιθάσθη. Εἶδες πῶς τὸ γράμμα ἀποκτείνει, τουτέστιν, ὁ νόμος ἐκόλαζε; μάθε πῶς τὸ πνεῦμα ζωοποιεῖ. Εἰσέρχεταί τις μυρίων γέμων κακῶν, ἡταιρηκὼς, ἁρπάσας, πλεονεκτήσας, μοιχεύσας, πᾶσαν ἐπελθὼν κακίαν, νεκρωθεὶς ἤδη τῇ ἁμαρτίᾳ· λαμβάνει αὐτὸν ἡ τοῦ Πνεύματος χάρις εἰς τὴν κολυμβήθραν, καὶ τὸν ἡταιρηκότα υἱὸν Θεοῦ κατασκευάζει, καὶ τὸν νεκρωθέντα ταῖς ἁμαρτίαις ζωογονεῖ.

Τοῦτό ἐστι, Τὸ δὲ πνεῦμα ζωοποιεῖ. Πῶς δὲ ζωοποιεῖ; Οὐκ ἀπαιτῶν εὐθύνας τῶν πλημμελημάτων κατὰ τὸ τοῦ προφήτου· Ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ἐρώτησον πάλιν τὸν Ἰουδαῖον, ποῦ τοῦτο γέγονεν ἐν τῷ νόμῳ; Ἀλλ᾽ οὐκ ἂν ἔχοι δεῖξαι. Καὶ γὰρ καὶ ὁ τὰ ξύλα συλλέξας ἐλιθάζετο, καὶ ἡ πορνεύουσα κατεκαίετο, καὶ Μωϋσῆς διὰ μίαν ἁμαρτίαν τῆς γῆς τῆς ἐπαγγελίας ἐξέπεσεν· ἐπὶ δὲ τῆς χάριτος οἱ μυρία ἐργασάμενοι δεινὰ, τοῦ βαπτίσματος ἀπολαύοντες ζωογονοῦνται, καὶ οὐδεμίαν ἀπαιτοῦνται δίκην τῶν πλημμελημάτων.

Διὸ καὶ ὁ Παῦλος ἔλεγε· Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὐ μοιχοὶ, οὐ κλέπται, οὐ πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσι. Καὶ ταῦτά τινες ἦτε· ἀλλ᾽ ἀπελούσασθε, ἀλλ᾽ ἡγιάσθητε, ἀλλ᾽ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, καὶ ἐν τῷ πνεύματι τοῦ Θεοῦ ἡμῶν. Εἶδες πῶς λάμπει τὸ προφητικὸν, ὅτι Ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν; πῶς ἀστράπτει τὸ ἀποστολικὸν, ὅτι Τὸ πνεῦμα ζωοποιεῖ; Βούλει μαθεῖν καὶ τὸ ἕτερον, τὸν ἀπόστολον Παῦλον λέγοντα, πῶς ἐν βραχείᾳ χρόνου ῥοπῇ τὴν οἰκουμένην περιῆλθεν ἅπασαν; ἄκουσον αὐτοῦ λέγοντος· Ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ Εὐαγγέλιον· καὶ πάλιν· Νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἰδεῖν ὑμᾶς, ὡς, ἐὰν πορεύσωμαι εἰς τὴν Ἱσπανίαν, ἐλπίζω θεάσασθαι ὑμᾶς, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. Εἰ δὲ εἷς ἀπόστολος ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὸ πλέον τῆς οἰκουμένης διέδραμεν, ἐννόησον πῶς καὶ ἄλλοι ἅπασαν αὐτὴν ἐσαγήνευσαν.