Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἐλεάζαρον καὶ τοὺς ἑπτὰ παῖδας

Ἰωάννης ὁ Χρυσόστομος

Προτροπή προς συμμετοχή στην πανήγυρη

Τελική παραίνεση προς τους πιστούς να τιμήσουν τον Ελεάζαρο και τους επτά παίδες προσερχόμενοι με προθυμία στην εορτή τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 6

Διὸ καὶ ἔλεγε· Τοῦ Εὐαγγελίου τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν· τὸ προφητικὸν ἐκεῖνο ἑρμηνεύων, Ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Ἀλλ᾽ ὅτι μὲν τὸν νόμον ὁ Χριστὸς ἔδωκεν, ἀπὸ τούτων δῆλον· καὶ ὅτι σφαγέντες ὑπὲρ τοῦ νόμου, ὑπὲρ τοῦ νομοθέτου τὸ αἷμα ἐξέχεον καὶ τοῦτο σαφές· παρακαλῶ δὲ λοιπὸν τὴν ὑμετέραν ἀγάπην μετὰ πολλῆς τῆς προθυμίας εἰς τὴν πανήγυριν ἀπαντῆσαι· καθάπερ μέλισσαι τῶν σίμβλων ἐκπηδήσατε ἐπὶ τὰ τραύματα τῶν μαρτύρων, καὶ περιπτύξασθε αὐτῶν τὰς βασάνους, μηδὲν πρὸς τὸ τῆς ὁδοῦ κατοκνήσαντες μῆκος. Εἰ γὰρ γέρων ὁ Ἐλεάζαρος πυρὸς κατετόλμησε, καὶ ἡ μήτηρ τῶν μακαρίων ἐκείνων ἐν ἐσχάτῳ γήρᾳ τοσαύτας ὑπέμεινεν ὀδύνας· ποίαν ἂν σχοίητε ἀπολογίαν, ποίαν συγγνώμην, μηδὲ ὀλίγους σταδίους διαπερῶντες ὑπὲρ τῆς θεωρίας τῶν παλαισμάτων ἐκείνων; ...