Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν εὐαγγελισμὸν τῆς θεοτόκου

Ἰωάννης ὁ Χρυσόστομος

Η αποστολή του Αρχαγγέλου Γαβριήλ και ο χαιρετισμός της Παρθένου

Η θεία εντολή προς τον Αρχάγγελο, ο θεολογικός σχολιασμός του αγγελικού ασπασμού και η αντιπαραβολή της Θεοτόκου με την Εύα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Τῷ μηνὶ τῷ ἕκτῳ, ἤδη τοῦ Ζαχαρίου διὰ τὴν ἀπιστίαν τῇ ἀφωνίᾳ κατακριθέντος, ἤδη τῆς Ἐλισάβετ βλαστησάσης τὸν ἀπροσδόκητον κλάδον, ἤδη τοῦ Βαπτιστοῦ Ἰωάννου χρόνον ἑξαμηνιαῖον ἔχοντος ἐν τῷ τῆς κοιλίας δεσμωτηρίῳ, ἤδη τοῦ προδρόμου προευτρεπισθέντος ἐν τοῖς τῆς στειρώσεως τόποις, ἤδη τοῦ λύχνου λάμποντος ἐν τοῖς σκοτεινοῖς τόποις τῆς γαστρὸς, ἀπεστάλη ὑπὸ τοῦ Ἡλίου τῆς δικαιοσύνης ὁ ἄγγελος Γαβριήλ. Ἄπελθε, φησὶν, εἰς τὴν πόλιν τῆς Γαλιλαίας τὴν Ναζαρὲτ, πρὸς τὴν παρθένον Μαριὰμ τὴν μεμνηστευμένην τῷ τέκτονι Ἰωσήφ· ἐγὼ γὰρ, ὁ τέκτων τῆς ὅλης κτίσεως, τὴν παρθένον ταύτην ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων μεμνήστευμαι. Προμήνυσον αὐτῇ τὴν ἐμὴν πρὸς αὐτὴν ἀτάραχον παρουσίαν, ἵνα μὴ χωρὶς προγνώσεως ὑποδεξαμένη με ἡ παρθένος θορυβηθῇ· προδίδαξον αὐτὴν τὴν ἐμὴν φιλανθρωπίαν, δι᾽ ἢν ἐξ αὐτῆς βούλομαι προελθεῖν εἰς τὸν κόσμον ὡς ἄνθρωπος, ἵνα προμαθοῦσα τὸ οἰκονομούμενον, εἰς τὸ τελούμενον μὴ θαμβηθῇ· προκήρυξον τὴν οἰκονομίαν, ἵνα μὴ θεασαμένη τῆς γαστρὸς αὐτῆς τὸν ὄγκον ἐξαίφνης ὑψούμενον ταραχθῇ. Ἤδη τῷ δρόμῳ τὴν πορείαν ἐξάνυσον· ἐκεῖ γάρ με εὑρήσεις ὅπου πέμπω σε νῦν· ἐκεῖ σε προφθάνω μένων ἐνταῦθα. Ἐγὼ καὶ πρὸ σοῦ καὶ μετὰ σὲ εἰσέρχομαι πρὸς αὐτήν· σὺ κόμισον τὰ τῆς ἐμῆς ἀφίξεως εὐαγγέλια, κἀγὼ παραγενόμενος ἀοράτως, τοῖς ἔργοις τὴν σὴν σφραγίσω φωνήν.

Θέλω γὰρ ἐν τῇ παρθενικῇ νηδύϊ τῶν ἀνθρώπων ἀνανεῶσαι τὸ γένος· θέλω συγκαταβατικῶς ἀναχωνεῦσαι, ἢν ἔπλασα εἰκόνα· θέλω καινῇ πλάσει θεραπεῦσαι τὴν ἀρχαίαν διάπλασιν. Ἐκ παρθένου γῆς ἔπλασα τὸν πρωτόπλαστον ἄνθρωπον· ἐκεῖνον δὲ λαβὼν ὁ διάβολος ὡς ἐχθρὸν περιέσυρε καὶ κατέβαλε, καὶ τῆς ἐμῆς εἰκόνος πεσούσης κατέπαιξε. Βούλομαι νῦν ἐγὼ ἐκ τῆς παρθένου γῆς ἐμαυτῷ περιπῆξαι νέον Ἀδὰμ, ἵνα καὶ ἡ φύσις ὑπὲρ ἑαυτῆς εὐπροσώπως ἀπολογήσηται, καὶ νομίμως στεφανωθῇ κατὰ τοῦ καταβάλλοντος αὐτὴν, καὶ ὁ πολέμιος εὐλόγως καταισχυνθῇ. Ὢ συγκαταβάσεως ἀμέτρητον πέλαγος! ὢ θείας φιλανθρωπίας ἄπειρον ὕψος· οὐκ ἀπέστειλε πολλοὺς ἀγγέλους, ἢ προδρόμους πολλοὺς ὁ βασιλεύς· οὐκ ἐκίνησεν ὁ δημιουργὸς τὰ στρατόπεδα τῶν ἀσωμάτων δυνάμεων, ἀλλ᾽ ἕνα μόνον ἄγγελον, προάγγελον γενέσθαι τῆς αὐτοῦ παρουσίας ἐκέλευσεν, ἵνα διὰ τῆς τοῦ ἑνὸς διδασκαλίας προασφαλίσηται τὴν μέλλουσαν αὐτὸν ὑποδέχεσθαι μητέρα. Παρεγένετο τοίνυν πρὸς τὴν παρθένον Μαριὰμ ὁ ἄγγελος, καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπε· Χαῖρε κεχαριτωμένη. Προσηγόρευσε τὴν σύνδουλον ὡς δέσποιναν, ὡς ἤδη γεγενημένην τοῦ Δεσπότου μητέρα.

Χαῖρε κεχαριτωμένη. Ἡ σὴ πρόγονος Εὔα παραβᾶσα τὸν νόμον, ἀπόφασιν ἔλαβεν ἐν λύπαις τέξειν τέκνα· σοὶ δὲ πρέπει τοῦ χαίρειν ἡ πρόσρησις· ἐκείνη τὸν Κάϊν ἔτεκε, φθόνον καὶ φόνον γεννήσασα· σὺ δὲ γεννήσεις υἱὸν ζωὴν καὶ ἀφθαρσίαν παρέχοντα πᾶσι. Χαῖρε τοίνυν καὶ χόρευε· χαῖρε καὶ καταπάτει τὴν τοῦ ὄφεως κεφαλήν· Χαῖρε κεχαριτωμένη. Πέπαυται γὰρ ἡ κατάρα, κατήργηται ἡ φθορὰ, μεμάρανται τὰ στυγνὰ, ἀνθεῖ τὰ φαιδρὰ, πάρεστι τὸ πάλαι παρὰ τῶν προφητῶν κηρυττόμενον ἀγαθόν. Σὲ τὸ Πνεῦμα τὸ ἅγιον ὑπεδείκνυε λέγον διὰ τῆς Ἡσαΐου γλώττης· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν. Ἡ παρθένος ἐκείνη σὺ εἶ. Χαῖρε τοίνυν κεχαριτωμένη· ἤρεσας τῷ Δημιουργῷ, ἤρεσας τῷ Ποιητῇ, ἤρεσας τῷ Κτίστῃ, ἤρεσας τῷ τερπομένῳ τοῖς κάλλεσι τῶν ψυχῶν· εὗρες νυμφίον φυλάττοντά σου τὴν παρθενίαν, οὐ φθείροντα· εὗρες νυμφίον ἐκ πολλῆς φιλανθρωπίας υἱόν σου γενέσθαι βουλόμενον. Ὁ Κύριος μετὰ σοῦ, καὶ ἐν σοὶ ὁ πανταχοῦ, καὶ μετὰ σοῦ καὶ ἐκ σοῦ· ἐν οὐρανῷ ὁ Δεσπότης, ἐν βυθῷ ὁ Ὕψιστος, ἐν πάσῃ τῇ κτίσει ὁ Δημιουργός· ὁ Κτίστης ἐπὶ τῶν Χερουβὶμ, ὁ ἡνίοχος ἐπὶ τῶν Σεραφὶμ, ὁ Υἱὸς ἐν τοῖς κόλποις τοῦ Πατρὸς, ὁ Μονογενὴς ἐν τοῖς κόλποις τοῖς σοῖς, ὁ Κύριος, ὡς οἶδεν αὐτὸς, ὅλος πανταχοῦ, ὅλος ἐν σοί.

Εὐλογημένη σὺ ἐν γυναιξὶν, ὅτι πασῶν ὁμοῦ τῶν παρθένων νῦν προκέκρισαι· ὅτι κατηξιώθης ξενοδοχῆσαι τοιοῦτον Δεσπότην· ὅτι τὸν ἀχώρητον βουληθέντα κεχώρηκας· ὅτι τὸν πάντα πληροῦντα προσδέδεξαι· ὅτι τῆς θείας οἰκονομίας γέγονας ἐργαστήριον καθαρώτατον· ὅτι τῆς εἰς τὸν βίον εἰσόδου τοῦ βασιλέως ἡμῶν πέφηνας ἄξιον ὄχημα· ὅτι τοῦ πνευματικοῦ μαργαρίτου θησαυρὸς ἀναδέδειξαι. Εὐλογημένη σὺ ἐν γυναιξί. Τούτων ἀκούσασα τῶν λόγων ἡ παναγία παρθένος, καὶ θεασαμένη μορφὴν ἀγγελικὴν καὶ φωνὴν, ἐλογίσατο καθ᾽ ἑαυτὴν [λέγουσα], Ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος; ἆρα τί βούλεται τοῦτο τὸ πρόσφθεγμα; ἆρα τί μοι προσημαίνει ταῦτα τὰ ῥήματα;

Ἐμὲ ἐν πρώτοις προσηγόρευσεν ἄγγελος, τίνα οὖσαν, ἢ ποίας ἀξίας τυγχάνουσαν; ἐγὼ κεχαριτωμένη; πόθεν, ἢ διὰ τί; ὁ Κύριος μετ᾽ ἐμοῦ; μετὰ τίνος γὰρ τῶν φοβουμένων αὐτὸν οὐκ ἔστιν ὁ Κύριος; ἐγὼ εὐλογημένη ἐν γυναιξίν; ἆρα τίνος χάριν, ἢ διὰ τί, καὶ πῶς; ἆρα ποῖον προκηρύττει δῶρον οὗτος ὁ λόγος; ἆρα ποῖον προμηνύει θαῦμα τοῦτο τὸ ῥῆμα; Οὕτω δὲ ταραττομένην αὐτὴν ὁ ἄγγελος θεασάμενος λέγει πρὸς αὐτήν· Μὴ φοβοῦ, Μαριάμ· μὴ γὰρ, ἵνα θορυβηθῇς, ἠσπασάμην σε· ἵνα πανηγυρίσῃς, προσηνῶς σοι διαλέγομαι.