Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Εὐτρόπιον

Ἰωάννης ὁ Χρυσόστομος

Το άμαχο της Εκκλησίας και η υπεροχή της πνευματικής διδασκαλίας

Εισαγωγική αναφορά στην πνευματική ασφάλεια της Εκκλησίας, την αξία των θείων Γραφών και την αντιμετώπιση των διωγμών και των γήινων δεινών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 8

ΟΜΙΛΙΑ Ὅτε τῆς ἐκκλησίας ἔξω εὑρεθεὶς Εὐτρόπιος ἀπεσπάσθη, καὶ περὶ παραδείσου καὶ Γραφῶν, καὶ εἰς τὸ, «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου.» αʹ. Ἡδὺς μὲν λειμὼν καὶ παράδεισος, πολὺ δὲ ἡδύτερον τῶν θείων Γραφῶν ἡ ἀνάγνωσις. Ἐκεῖ μὲν γάρ ἐστιν ἄνθη μαραινόμενα, ἐνταῦθα δὲ νοήματα ἀκμάζοντα· ἐκεῖ ζέφυρος πνέων, ἐνταῦθα δὲ Πνεύματος αὔρα· ἐκεῖ ἄκανθαι αἱ τειχίζουσαι, ἐνταῦθα δὲ πρόνοια Θεοῦ ἡ ἀσφαλιζομένη· ἐκεῖ τέττιγες ᾄδοντες, ἐνταῦθα δὲ προφῆται κελαδοῦντες· ἐκεῖ τέρψις ἀπὸ τῆς ὄψεως, ἐνταῦθα δὲ ὠφέλεια ἀπὸ τῆς ἀναγνώσεως.

Ὁ παράδεισος ἐν ἑνὶ χωρίῳ, αἱ δὲ Γραφαὶ πανταχοῦ τῆς οἰκουμένης· ὁ παράδεισος δουλεύει καιρῶν ἀνάγκαις, αἱ δὲ Γραφαὶ καὶ ἐν χειμῶνι καὶ ἐν θέρει κομῶσι τοῖς φύλλοις, βρίθουσι τοῖς καρποῖς. Προσέχωμεν τοίνυν τῇ τῶν Γραφῶν ἀναγνώσει· ἐὰν γὰρ τῇ Γραφῇ προσέχῃς, ἐκβάλλει σου τὴν ἀθυμίαν, φυτεύει σου τὴν ἡδονὴν, ἀναιρεῖ τὴν κακίαν, ῥιζοῖ τὴν ἀρετὴν, οὐκ ἀφίησιν ἐν θορύβῳ πραγμάτων τὰ τῶν κλυδωνιζομένων πάσχειν. Ἡ θάλασσα μαίνεται, σὺ δὲ μετὰ γαλήνης πλέεις· ἔχεις γὰρ κυβερνήτην τῶν Γραφῶν τὴν ἀνάγνωσιν· τοῦτο γὰρ τὸ σχοινίον οὐ διαῤῥήγνυσι τῶν πραγμάτων ὁ πειρασμός. Καὶ ὅτι οὐ ψεύδομαι, μαρτυρεῖ τὰ πράγματα αὐτά. Ἐπολιορκήθη ἡ ἐκκλησία πρὸ ὀλίγων ἡμερῶν· ἦλθε στρατόπεδον, καὶ πῦρ ἀπὸ τῶν ὀφθαλμῶν ἠφίει, καὶ τὴν ἐλαίαν οὐκ ἐμάρανε· ξίφη γεγύμνωντο, καὶ τραύματα οὐδεὶς ἐδέξατο· αἱ βασιλικαὶ πύλαι ἐν ἀγωνίᾳ, καὶ ἡ ἐκκλησία ἐν ἀσφαλείᾳ· καίτοι γε ὁ πόλεμος ἐνταῦθα ἔῤῥευσεν. Ἐνταῦθα γὰρ ἐζητεῖτο ὁ καταφυγὼν, καὶ παριστάμεθα μὴ δεδοικότες τὸν ἐκείνων θυμόν.

Τί δήποτε; Εἴχομεν ἐνέχυρον ἀσφαλὲς τὸ, Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ἐκκλησίαν δὲ λέγω, οὐ τόπον μόνον, ἀλλὰ καὶ τρόπον· οὐ τοίχους ἐκκλησίας, ἀλλὰ νόμους Ἐκκλησίας. Ὅταν καταφεύγῃς ἐν ἐκκλησίᾳ, μὴ τόπῳ καταφύγῃς, ἀλλὰ γνώμῃ. Ἐκκλησία γὰρ οὐ τοῖχος καὶ ὄροφος, ἀλλὰ πίστις καὶ βίος.

Μὴ λέγε, ὅτι προεδόθη ἀπὸ Ἐκκλησίας ὁ προδοθείς· εἰ μὴ ἀφῆκε τὴν ἐκκλησίαν, οὐκ ἂν προεδίδοτο. Μὴ λέγε, ὅτι καὶ κατέφυγε καὶ προεδόθη· οὐχ ἡ Ἐκκλησία αὐτὸν ἀφῆκεν, ἀλλ᾽ αὐτὸς τὴν ἐκκλησίαν ἀφῆκεν. Οὐκ ἔνδοθεν παρεδόθη, ἀλλ᾽ ἔξωθεν. Διὰ τί κατέλιπε τὴν ἐκκλησίαν; Ἐβούλου σώζεσθαι; Ὤφειλες κατέχειν τὸ θυσιαστήριον. Οὐκ ἦσαν ἐνταῦθα τοῖχοι, ἀλλὰ Θεοῦ πρόνοια ἡ ἀσφαλιζομένη. Ἁμαρτωλὸς ἦς; Οὐκ ἀποπέμπεταί σε ὁ Θεός· οὐκ ἦλθε γὰρ καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.

Πόρνη ἐσώθη, ἐπειδὴ πόδας κατέσχεν. Ἠκούσατε τοῦ σήμερον ἀνεγνωσμένου; Ταύτα δὲ λέγω, ἵνα μηδέποτε εἰς Ἐκκλησίαν καταφεύγων ἀμφιβάλῃς. Μένε εἰς Ἐκκλησίαν, καὶ οὐ προδίδοσαι ἀπὸ τῆς Ἐκκλησίας. Ἐὰν δὲ φύγῃς ἀπὸ Ἐκκλησίας, οὐκ αἰτία ἡ Ἐκκλησία. Ἐὰν μὲν γὰρ ᾖς ἔσω, ὁ λύκος οὐκ εἰσέρχεται· ἐὰν δὲ ἐξέλθῃς ἕξω, θηριάλωτος γίνῃ· ἀλλ᾽ οὐ παρὰ τὴν μάνδραν τοῦτο, ἀλλὰ παρὰ τὴν σὴν μικροψυχίαν.

Ἐκκλησίας οὐδὲν ἴσον. Μή μοι λέγε τείχη καὶ ὅπλα· τείχη μὲν γὰρ τῷ χρόνῳ παλαιοῦνται, ἡ Ἐκκλησία δὲ οὐδέποτε γηρᾷ. Τείχη βάρβαροι καταλύουσιν, Ἐκκλησίας δὲ οὐδὲ δαίμονες περιγίνονται. Καὶ ὅτι οὐ κόμπος τὰ ῥήματα, μαρτυρεῖ τὰ πράγματα. Πόσοι ἐπολέμησαν τὴν Ἐκκλησίαν, καὶ οἱ πολεμήσαντες ἀπώλοντο; αὕτη δὲ ὑπὲρ τῶν οὐρανῶν ἀναβέβηκε. Τοιοῦτον ἔχει μέγεθος ἡ Ἐκκλησία· πολεμουμένη νικᾷ· ἐπιβουλευομένη περιγίνεται· ὑβριζομένη, λαμπροτέρα καθίσταται· δέχεται τραύματα, καὶ οὐ καταπίπτει ὑπὸ τῶν ἑλκῶν· κλυδωνίζεται, ἀλλ᾽ οὐ καταποντίζεται· χειμάζεται, ἀλλὰ ναυάγιον οὐχ ὑπομένει· παλαίει, ἀλλ᾽ οὐχ ἡττᾶται· πυκτεύει, ἀλλ᾽ οὐ νικᾶται. Διὰ τί οὖν συνεχώρησε τὸν πόλεμον; Ἵνα δείξῃ λαμπρότερον τὸ τρόπαιον. Παρῆτε κατὰ τὴν ἡμέραν ἐκείνην, καὶ ἐβλέπετε ὅσα ἐκινεῖτο ὅπλα, καὶ θυμὸς στρατιωτικὸς πυρὸς σφοδρότερος, καὶ ἡμεῖς ἐπὶ τὰς βασιλικὰς αὐλὰς ἐπειγόμεθα. Ἀλλὰ τί; Τοῦ Θεοῦ χάριτι οὐδὲν ἡμᾶς ἐκείνων κατέπληξε.

βʹ. Ταῦτα δὲ λέγω, ἵνα καὶ ὑμεῖς μιμῆσθε. Διὰ τί δὲ οὐ κατεπλάγημεν; Ὅτι οὐδὲν τῶν παρόντων δεινῶν ἐδεδοίκαμεν. Τί γάρ ἐστι δεινόν; Θάνατος; Οὐκ ἔστι τοῦτο δεινόν· ταχέως γὰρ ἐπὶ τὸν λιμένα ἀπερχόμεθα τὸν ἀκύμαντον. Ἀλλὰ δημεύσεις; Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι.

Ἀλλ᾽ ἐξορίαι; Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Ἀλλὰ συκοφαντίαι; Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ἑώρων τὰ ξίφη, καὶ τὸν οὐρανὸν ἐλογιζόμην· προσεδόκων τὸν θάνατον, καὶ τὴν ἀνάστασιν ἐνενόουν· ἑώρων τὰ κάτω πάθη, καὶ ἠρίθμουν τὰ ἄνω βραβεῖα· ἔβλεπον τὰς ἐπιβουλὰς, καὶ ἐλογιζόμην τὸν ἄνω στέφανον· ἡ γὰρ ὑπόθεσις τῶν ἀγώνων ἀρκοῦσα ἦν εἰς παράκλησιν καὶ παραμυθίαν. Ἀπηγόμην δὲ, ἀλλ᾽ οὐκ ἦν ὕβρις ἐμοὶ τὸ γινόμενον· ὕβρις γὰρ ἓν μόνον ἐστὶν, ἡ ἁμαρτία. Κἂν γὰρ ἡ οἰκουμένη πᾶσά σε ὑβρίζῃ, σὺ δὲ σαυτὸν μὴ ὑβρίσῃς, οὐχ ὑβρίσθης. Προδοσία μόνη ἡ τοῦ συνειδότος. Μὴ προδῷς σου τὸ συνειδὸς, καὶ οὐδείς σε προδίδωσιν. Ἀπηγόμην, καὶ ἑώρων τὰ πράγματα, μᾶλλον δὲ τὰ ῥήματά μου πράγματα γινόμενα, τὴν ὁμιλίαν μου, τὴν διὰ τῶν ῥημάτων, ἐπὶ τῆς ἀγορᾶς διὰ τῶν πραγμάτων κηρυττομένην. Ποίαν ὁμιλίαν; Ἣν ἔλεγον ἀεί. Ἄνεμος ἔπνευσε, καὶ τὰ φύλλα κατέβαλεν. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν. Ἀπῆλθεν ἡ νὺξ, καὶ ἐφάνη ἡ ἡμέρα· ἠλέγχθη ἡ σκιὰ, καὶ ἐφάνη ἡ ἀλήθεια. Ἀνέβησαν ἕως τῶν οὐρανῶν, καὶ κατέβησαν ἕως τῶν πεδίων. Τὰ κύματα γὰρ ἄνω κατεστάλη διὰ τῶν ἀνθρωπίνων πραγμάτων. Πῶς;

Διδασκαλία ἦν τὰ γινόμενα. Καὶ ἔλεγον πρὸς ἐμαυτόν· Ἆρα σωφρονίσονται οἱ μετὰ ταῦτα; ἆρα οὐ παρέρχονται δύο ἡμέραι, καὶ λήθῃ τὰ γινόμενα παραδίδοται; Ἔναυλα τὰ ὑπομνήματα ἦν. Πάλιν εἴπω, πάλιν λαλήσω. Τί ὄφελος; Μᾶλλον δὲ ὄφελος. Κἂν γὰρ μὴ πάντες ἀκούσωσι, οἱ ἡμίσεις ἀκούσονται· κἂν μὴ οἱ ἡμίσεις ἀκούσωσι, τὸ τρίτον μέρος· κἂν μὴ τὸ τρίτον, τὸ τέταρτον· κἂν μὴ τὸ τέταρτον, κἂν δέκα· κἂν μὴ δέκα, κἂν πέντε· κἂν μὴ πέντε, κἂν εἷς· κἂν μὴ εἷς, ἐγὼ τὸν μισθὸν ἀπηρτισμένον ἔχω.